Πραξεισ Αποστολωχ


1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16 17 18 19 20 21 22 23 24 25 26 27 28.

 

 

Πραξεισ Αποστολωχ 1

1. τον μεν πρωτον λογον εποιησαμην περι παντων ω θεοφιλε ων ηρξατο ο ιησους ποιειν τε και διδασκειν
2. αχρι ης ημερας εντειλαμενος τοις αποστολοις δια πνευματος αγιου ους εξελεξατο ανελημφθη
3. οις και παρεστησεν εαυτον ζωντα μετα το παθειν αυτον εν πολλοις τεκμηριοις δι ημερων τεσσερακοντα οπτανομενος αυτοις και λεγων τα περι της βασιλειας του θεου
4. και συναλιζομενος παρηγγειλεν αυτοις απο ιεροσολυμων μη χωριζεσθαι αλλα περιμενειν την επαγγελιαν του πατρος ην ηκουσατε μου
5. οτι ιωαννης μεν εβαπτισεν υδατι υμεις δε εν πνευματι βαπτισθησεσθε αγιω ου μετα πολλας ταυτας ημερας
6. οι μεν ουν συνελθοντες ηρωτων αυτον λεγοντες κυριε ει εν τω χρονω τουτω αποκαθιστανεις την βασιλειαν τω ισραηλ
7. ειπεν δε προς αυτους ουχ υμων εστιν γνωναι χρονους η καιρους ους ο πατηρ εθετο εν τη ιδια εξουσια
8. αλλα λημψεσθε δυναμιν επελθοντος του αγιου πνευματος εφ υμας και εσεσθε μου μαρτυρες εν τε ιερουσαλημ και [εν] παση τη ιουδαια και σαμαρεια και εως εσχατου της γης
9. και ταυτα ειπων βλεποντων αυτων επηρθη και νεφελη υπελαβεν αυτον απο των οφθαλμων αυτων
10. και ως ατενιζοντες ησαν εις τον ουρανον πορευομενου αυτου και ιδου ανδρες δυο παρειστηκεισαν αυτοις εν εσθησεσι λευκαις
11. οι και ειπαν ανδρες γαλιλαιοι τι εστηκατε [εμ]βλεποντες εις τον ουρανον ουτος ο ιησους ο αναλημφθεις αφ υμων εις τον ουρανον ουτως ελευσεται ον τροπον εθεασασθε αυτον πορευομενον εις τον ουρανον
12. τοτε υπεστρεψαν εις ιερουσαλημ απο ορους του καλουμενου ελαιωνος ο εστιν εγγυς ιερουσαλημ σαββατου εχον οδον
13. και οτε εισηλθον εις το υπερωον ανεβησαν ου ησαν καταμενοντες ο τε πετρος και ιωαννης και ιακωβος και ανδρεας φιλιππος και θωμας βαρθολομαιος και μαθθαιος ιακωβος αλφαιου και σιμων ο ζηλωτης και ιουδας ιακωβου
14. ουτοι παντες ησαν προσκαρτερουντες ομοθυμαδον τη προσευχη συν γυναιξιν και μαριαμ τη μητρι του ιησου και τοις αδελφοις αυτου
15. και εν ταις ημεραις ταυταις αναστας πετρος εν μεσω των αδελφων ειπεν ην τε οχλος ονοματων επι το αυτο ωσει εκατον εικοσι
16. ανδρες αδελφοι εδει πληρωθηναι την γραφην ην προειπεν το πνευμα το αγιον δια στοματος δαυιδ περι ιουδα του γενομενου οδηγου τοις συλλαβουσιν ιησουν
17. οτι κατηριθμημενος ην εν ημιν και ελαχεν τον κληρον της διακονιας ταυτης
18. ουτος μεν ουν εκτησατο χωριον εκ μισθου της αδικιας και πρηνης γενομενος ελακησεν μεσος και εξεχυθη παντα τα σπλαγχνα αυτου
19. και γνωστον εγενετο πασι τοις κατοικουσιν ιερουσαλημ ωστε κληθηναι το χωριον εκεινο τη ιδια διαλεκτω αυτων ακελδαμαχ τουτ εστιν χωριον αιματος
20. γεγραπται γαρ εν βιβλω ψαλμων γενηθητω η επαυλις αυτου ερημος και μη εστω ο κατοικων εν αυτη και την επισκοπην αυτου λαβετω ετερος
21. δει ουν των συνελθοντων ημιν ανδρων εν παντι χρονω ω εισηλθεν και εξηλθεν εφ ημας ο κυριος ιησους
22. αρξαμενος απο του βαπτισματος ιωαννου εως της ημερας ης ανελημφθη αφ ημων μαρτυρα της αναστασεως αυτου συν ημιν γενεσθαι ενα τουτων
23. και εστησαν δυο ιωσηφ τον καλουμενον βαρσαββαν ος επεκληθη ιουστος και μαθθιαν
24. και προσευξαμενοι ειπαν συ κυριε καρδιογνωστα παντων αναδειξον ον εξελεξω εκ τουτων των δυο ενα
25. λαβειν τον τοπον της διακονιας ταυτης και αποστολης αφ ης παρεβη ιουδας πορευθηναι εις τον τοπον τον ιδιον
26. και εδωκαν κληρους αυτοις και επεσεν ο κληρος επι μαθθιαν και συγκατεψηφισθη μετα των ενδεκα αποστολων

Πραξεισ Αποστολωχ 2

1. και εν τω συμπληρουσθαι την ημεραν της πεντηκοστης ησαν παντες ομου επι το αυτο
2. και εγενετο αφνω εκ του ουρανου ηχος ωσπερ φερομενης πνοης βιαιας και επληρωσεν ολον τον οικον ου ησαν καθημενοι
3. και ωφθησαν αυτοις διαμεριζομεναι γλωσσαι ωσει πυρος και εκαθισεν εφ ενα εκαστον αυτων
4. και επλησθησαν παντες πνευματος αγιου και ηρξαντο λαλειν ετεραις γλωσσαις καθως το πνευμα εδιδου αποφθεγγεσθαι αυτοις
5. ησαν δε εις ιερουσαλημ κατοικουντες ιουδαιοι ανδρες ευλαβεις απο παντος εθνους των υπο τον ουρανον
6. γενομενης δε της φωνης ταυτης συνηλθεν το πληθος και συνεχυθη οτι ηκουον εις εκαστος τη ιδια διαλεκτω λαλουντων αυτων
7. εξισταντο δε και εθαυμαζον λεγοντες ουχ ιδου απαντες ουτοι εισιν οι λαλουντες γαλιλαιοι
8. και πως ημεις ακουομεν εκαστος τη ιδια διαλεκτω ημων εν η εγεννηθημεν
9. παρθοι και μηδοι και ελαμιται και οι κατοικουντες την μεσοποταμιαν ιουδαιαν τε και καππαδοκιαν ποντον και την ασιαν
10. φρυγιαν τε και παμφυλιαν αιγυπτον και τα μερη της λιβυης της κατα κυρηνην και οι επιδημουντες ρωμαιοι
11. ιουδαιοι τε και προσηλυτοι κρητες και αραβες ακουομεν λαλουντων αυτων ταις ημετεραις γλωσσαις τα μεγαλεια του θεου
12. εξισταντο δε παντες και διηπορουν αλλος προς αλλον λεγοντες τι θελει τουτο ειναι
13. ετεροι δε διαχλευαζοντες ελεγον οτι γλευκους μεμεστωμενοι εισιν
14. σταθεις δε ο πετρος συν τοις ενδεκα επηρεν την φωνην αυτου και απεφθεγξατο αυτοις ανδρες ιουδαιοι και οι κατοικουντες ιερουσαλημ παντες τουτο υμιν γνωστον εστω και ενωτισασθε τα ρηματα μου
15. ου γαρ ως υμεις υπολαμβανετε ουτοι μεθυουσιν εστιν γαρ ωρα τριτη της ημερας
16. αλλα τουτο εστιν το ειρημενον δια του προφητου ιωηλ
17. και εσται εν ταις εσχαταις ημεραις λεγει ο θεος εκχεω απο του πνευματος μου επι πασαν σαρκα και προφητευσουσιν οι υιοι υμων και αι θυγατερες υμων και οι νεανισκοι υμων ορασεις οψονται και οι πρεσβυτεροι υμων ενυπνιοις ενυπνιασθησονται
18. και γε επι τους δουλους μου και επι τας δουλας μου εν ταις ημεραις εκειναις εκχεω απο του πνευματος μου και προφητευσουσιν
19. και δωσω τερατα εν τω ουρανω ανω και σημεια επι της γης κατω αιμα και πυρ και ατμιδα καπνου
20. ο ηλιος μεταστραφησεται εις σκοτος και η σεληνη εις αιμα πριν ελθειν ημεραν κυριου την μεγαλην και επιφανη
21. και εσται πας ος αν επικαλεσηται το ονομα κυριου σωθησεται
22. ανδρες ισραηλιται ακουσατε τους λογους τουτους ιησουν τον ναζωραιον ανδρα αποδεδειγμενον απο του θεου εις υμας δυναμεσι και τερασι και σημειοις οις εποιησεν δι αυτου ο θεος εν μεσω υμων καθως αυτοι οιδατε
23. τουτον τη ωρισμενη βουλη και προγνωσει του θεου εκδοτον δια χειρος ανομων προσπηξαντες ανειλατε
24. ον ο θεος ανεστησεν λυσας τας ωδινας του θανατου καθοτι ουκ ην δυνατον κρατεισθαι αυτον υπ αυτου
25. δαυιδ γαρ λεγει εις αυτον προορωμην τον κυριον ενωπιον μου δια παντος οτι εκ δεξιων μου εστιν ινα μη σαλευθω
26. δια τουτο ηυφρανθη η καρδια μου και ηγαλλιασατο η γλωσσα μου ετι δε και η σαρξ μου κατασκηνωσει επ ελπιδι
27. οτι ουκ εγκαταλειψεις την ψυχην μου εις αδην ουδε δωσεις τον οσιον σου ιδειν διαφθοραν
28. εγνωρισας μοι οδους ζωης πληρωσεις με ευφροσυνης μετα του προσωπου σου
29. ανδρες αδελφοι εξον ειπειν μετα παρρησιας προς υμας περι του πατριαρχου δαυιδ οτι και ετελευτησεν και εταφη και το μνημα αυτου εστιν εν ημιν αχρι της ημερας ταυτης
30. προφητης ουν υπαρχων και ειδως οτι ορκω ωμοσεν αυτω ο θεος εκ καρπου της οσφυος αυτου καθισαι επι τον θρονον αυτου
31. προιδων ελαλησεν περι της αναστασεως του χριστου οτι ουτε εγκατελειφθη εις αδην ουτε η σαρξ αυτου ειδεν διαφθοραν
32. τουτον τον ιησουν ανεστησεν ο θεος ου παντες ημεις εσμεν μαρτυρες
33. τη δεξια ουν του θεου υψωθεις την τε επαγγελιαν του πνευματος του αγιου λαβων παρα του πατρος εξεχεεν τουτο ο υμεις [και] βλεπετε και ακουετε
34. ου γαρ δαυιδ ανεβη εις τους ουρανους λεγει δε αυτος ειπεν [ο] κυριος τω κυριω μου καθου εκ δεξιων μου
35. εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου
36. ασφαλως ουν γινωσκετω πας οικος ισραηλ οτι και κυριον αυτον και χριστον εποιησεν ο θεος τουτον τον ιησουν ον υμεις εσταυρωσατε
37. ακουσαντες δε κατενυγησαν την καρδιαν ειπον τε προς τον πετρον και τους λοιπους αποστολους τι ποιησωμεν ανδρες αδελφοι
38. πετρος δε προς αυτους μετανοησατε [φησιν] και βαπτισθητω εκαστος υμων επι τω ονοματι ιησου χριστου εις αφεσιν των αμαρτιων υμων και λημψεσθε την δωρεαν του αγιου πνευματος
39. υμιν γαρ εστιν η επαγγελια και τοις τεκνοις υμων και πασιν τοις εις μακραν οσους αν προσκαλεσηται κυριος ο θεος ημων
40. ετεροις τε λογοις πλειοσιν διεμαρτυρατο και παρεκαλει αυτους λεγων σωθητε απο της γενεας της σκολιας ταυτης
41. οι μεν ουν αποδεξαμενοι τον λογον αυτου εβαπτισθησαν και προσετεθησαν εν τη ημερα εκεινη ψυχαι ωσει τρισχιλιαι
42. ησαν δε προσκαρτερουντες τη διδαχη των αποστολων και τη κοινωνια τη κλασει του αρτου και ταις προσευχαις
43. εγινετο δε παση ψυχη φοβος πολλα τε τερατα και σημεια δια των αποστολων εγινετο
44. παντες δε οι πιστευοντες ησαν επι το αυτο και ειχον απαντα κοινα
45. και τα κτηματα και τας υπαρξεις επιπρασκον και διεμεριζον αυτα πασιν καθοτι αν τις χρειαν ειχεν
46. καθ ημεραν τε προσκαρτερουντες ομοθυμαδον εν τω ιερω κλωντες τε κατ οικον αρτον μετελαμβανον τροφης εν αγαλλιασει και αφελοτητι καρδιας
47. αινουντες τον θεον και εχοντες χαριν προς ολον τον λαον ο δε κυριος προσετιθει τους σωζομενους καθ ημεραν επι το αυτο

Πραξεισ Αποστολωχ 3

1. πετρος δε και ιωαννης ανεβαινον εις το ιερον επι την ωραν της προσευχης την ενατην
2. και τις ανηρ χωλος εκ κοιλιας μητρος αυτου υπαρχων εβασταζετο ον ετιθουν καθ ημεραν προς την θυραν του ιερου την λεγομενην ωραιαν του αιτειν ελεημοσυνην παρα των εισπορευομενων εις το ιερον
3. ος ιδων πετρον και ιωαννην μελλοντας εισιεναι εις το ιερον ηρωτα ελεημοσυνην λαβειν
4. ατενισας δε πετρος εις αυτον συν τω ιωαννη ειπεν βλεψον εις ημας
5. ο δε επειχεν αυτοις προσδοκων τι παρ αυτων λαβειν
6. ειπεν δε πετρος αργυριον και χρυσιον ουχ υπαρχει μοι ο δε εχω τουτο σοι διδωμι εν τω ονοματι ιησου χριστου του ναζωραιου [εγειρε και] περιπατει
7. και πιασας αυτον της δεξιας χειρος ηγειρεν αυτον παραχρημα δε εστερεωθησαν αι βασεις αυτου και τα σφυδρα
8. και εξαλλομενος εστη και περιεπατει και εισηλθεν συν αυτοις εις το ιερον περιπατων και αλλομενος και αινων τον θεον
9. και ειδεν πας ο λαος αυτον περιπατουντα και αινουντα τον θεον
10. επεγινωσκον δε αυτον οτι αυτος ην ο προς την ελεημοσυνην καθημενος επι τη ωραια πυλη του ιερου και επλησθησαν θαμβους και εκστασεως επι τω συμβεβηκοτι αυτω
11. κρατουντος δε αυτου τον πετρον και τον ιωαννην συνεδραμεν πας ο λαος προς αυτους επι τη στοα τη καλουμενη σολομωντος εκθαμβοι
12. ιδων δε ο πετρος απεκρινατο προς τον λαον ανδρες ισραηλιται τι θαυμαζετε επι τουτω η ημιν τι ατενιζετε ως ιδια δυναμει η ευσεβεια πεποιηκοσιν του περιπατειν αυτον
13. ο θεος αβρααμ και [ο θεος] ισαακ και [ο θεος] ιακωβ ο θεος των πατερων ημων εδοξασεν τον παιδα αυτου ιησουν ον υμεις μεν παρεδωκατε και ηρνησασθε κατα προσωπον πιλατου κριναντος εκεινου απολυειν
14. υμεις δε τον αγιον και δικαιον ηρνησασθε και ητησασθε ανδρα φονεα χαρισθηναι υμιν
15. τον δε αρχηγον της ζωης απεκτεινατε ον ο θεος ηγειρεν εκ νεκρων ου ημεις μαρτυρες εσμεν
16. και επι τη πιστει του ονοματος αυτου τουτον ον θεωρειτε και οιδατε εστερεωσεν το ονομα αυτου και η πιστις η δι αυτου εδωκεν αυτω την ολοκληριαν ταυτην απεναντι παντων υμων
17. και νυν αδελφοι οιδα οτι κατα αγνοιαν επραξατε ωσπερ και οι αρχοντες υμων
18. ο δε θεος α προκατηγγειλεν δια στοματος παντων των προφητων παθειν τον χριστον αυτου επληρωσεν ουτως
19. μετανοησατε ουν και επιστρεψατε εις το εξαλειφθηναι υμων τας αμαρτιας
20. οπως αν ελθωσιν καιροι αναψυξεως απο προσωπου του κυριου και αποστειλη τον προκεχειρισμενον υμιν χριστον ιησουν
21. ον δει ουρανον μεν δεξασθαι αχρι χρονων αποκαταστασεως παντων ων ελαλησεν ο θεος δια στοματος των αγιων απ αιωνος αυτου προφητων
22. μωυσης μεν ειπεν οτι προφητην υμιν αναστησει κυριος ο θεος υμων εκ των αδελφων υμων ως εμε αυτου ακουσεσθε κατα παντα οσα αν λαληση προς υμας
23. εσται δε πασα ψυχη ητις εαν μη ακουση του προφητου εκεινου εξολεθρευθησεται εκ του λαου
24. και παντες δε οι προφηται απο σαμουηλ και των καθεξης οσοι ελαλησαν και κατηγγειλαν τας ημερας ταυτας
25. υμεις εστε οι υιοι των προφητων και της διαθηκης ης διεθετο ο θεος προς τους πατερας υμων λεγων προς αβρααμ και εν τω σπερματι σου [εν]ευλογηθησονται πασαι αι πατριαι της γης
26. υμιν πρωτον αναστησας ο θεος τον παιδα αυτου απεστειλεν αυτον ευλογουντα υμας εν τω αποστρεφειν εκαστον απο των πονηριων υμων

Πραξεισ Αποστολωχ 4

1. λαλουντων δε αυτων προς τον λαον επεστησαν αυτοις οι ιερεις και ο στρατηγος του ιερου και οι σαδδουκαιοι
2. διαπονουμενοι δια το διδασκειν αυτους τον λαον και καταγγελλειν εν τω ιησου την αναστασιν την εκ νεκρων
3. και επεβαλον αυτοις τας χειρας και εθεντο εις τηρησιν εις την αυριον ην γαρ εσπερα ηδη
4. πολλοι δε των ακουσαντων τον λογον επιστευσαν και εγενηθη [ο] αριθμος των ανδρων [ως] χιλιαδες πεντε
5. εγενετο δε επι την αυριον συναχθηναι αυτων τους αρχοντας και τους πρεσβυτερους και τους γραμματεις εν ιερουσαλημ
6. και αννας ο αρχιερευς και καιαφας και ιωαννης και αλεξανδρος και οσοι ησαν εκ γενους αρχιερατικου
7. και στησαντες αυτους εν τω μεσω επυνθανοντο εν ποια δυναμει η εν ποιω ονοματι εποιησατε τουτο υμεις
8. τοτε πετρος πλησθεις πνευματος αγιου ειπεν προς αυτους αρχοντες του λαου και πρεσβυτεροι
9. ει ημεις σημερον ανακρινομεθα επι ευεργεσια ανθρωπου ασθενους εν τινι ουτος σεσωται
10. γνωστον εστω πασιν υμιν και παντι τω λαω ισραηλ οτι εν τω ονοματι ιησου χριστου του ναζωραιου ον υμεις εσταυρωσατε ον ο θεος ηγειρεν εκ νεκρων εν τουτω ουτος παρεστηκεν ενωπιον υμων υγιης
11. ουτος εστιν ο λιθος ο εξουθενηθεις υφ υμων των οικοδομων ο γενομενος εις κεφαλην γωνιας
12. και ουκ εστιν εν αλλω ουδενι η σωτηρια ουδε γαρ ονομα εστιν ετερον υπο τον ουρανον το δεδομενον εν ανθρωποις εν ω δει σωθηναι ημας
13. θεωρουντες δε την του πετρου παρρησιαν και ιωαννου και καταλαβομενοι οτι ανθρωποι αγραμματοι εισιν και ιδιωται εθαυμαζον επεγινωσκον τε αυτους οτι συν τω ιησου ησαν
14. τον τε ανθρωπον βλεποντες συν αυτοις εστωτα τον τεθεραπευμενον ουδεν ειχον αντειπειν
15. κελευσαντες δε αυτους εξω του συνεδριου απελθειν συνεβαλλον προς αλληλους
16. λεγοντες τι ποιησωμεν τοις ανθρωποις τουτοις οτι μεν γαρ γνωστον σημειον γεγονεν δι αυτων πασιν τοις κατοικουσιν ιερουσαλημ φανερον και ου δυναμεθα αρνεισθαι
17. αλλ ινα μη επι πλειον διανεμηθη εις τον λαον απειλησωμεθα αυτοις μηκετι λαλειν επι τω ονοματι τουτω μηδενι ανθρωπων
18. και καλεσαντες αυτους παρηγγειλαν το καθολου μη φθεγγεσθαι μηδε διδασκειν επι τω ονοματι του ιησου
19. ο δε πετρος και ιωαννης αποκριθεντες ειπον προς αυτους ει δικαιον εστιν ενωπιον του θεου υμων ακουειν μαλλον η του θεου κρινατε
20. ου δυναμεθα γαρ ημεις α ειδαμεν και ηκουσαμεν μη λαλειν
21. οι δε προσαπειλησαμενοι απελυσαν αυτους μηδεν ευρισκοντες το πως κολασωνται αυτους δια τον λαον οτι παντες εδοξαζον τον θεον επι τω γεγονοτι
22. ετων γαρ ην πλειονων τεσσερακοντα ο ανθρωπος εφ ον γεγονει το σημειον τουτο της ιασεως
23. απολυθεντες δε ηλθον προς τους ιδιους και απηγγειλαν οσα προς αυτους οι αρχιερεις και οι πρεσβυτεροι ειπαν
24. οι δε ακουσαντες ομοθυμαδον ηραν φωνην προς τον θεον και ειπαν δεσποτα συ ο ποιησας τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοις
25. ο του πατρος ημων δια πνευματος αγιου στοματος δαυιδ παιδος σου ειπων ινατι εφρυαξαν εθνη και λαοι εμελετησαν κενα
26. παρεστησαν οι βασιλεις της γης και οι αρχοντες συνηχθησαν επι το αυτο κατα του κυριου και κατα του χριστου αυτου
27. συνηχθησαν γαρ επ αληθειας εν τη πολει ταυτη επι τον αγιον παιδα σου ιησουν ον εχρισας ηρωδης τε και ποντιος πιλατος συν εθνεσιν και λαοις ισραηλ
28. ποιησαι οσα η χειρ σου και η βουλη [σου] προωρισεν γενεσθαι
29. και τα νυν κυριε επιδε επι τας απειλας αυτων και δος τοις δουλοις σου μετα παρρησιας πασης λαλειν τον λογον σου
30. εν τω την χειρα [σου] εκτεινειν σε εις ιασιν και σημεια και τερατα γινεσθαι δια του ονοματος του αγιου παιδος σου ιησου
31. και δεηθεντων αυτων εσαλευθη ο τοπος εν ω ησαν συνηγμενοι και επλησθησαν απαντες του αγιου πνευματος και ελαλουν τον λογον του θεου μετα παρρησιας
32. του δε πληθους των πιστευσαντων ην καρδια και ψυχη μια και ουδε εις τι των υπαρχοντων αυτω ελεγεν ιδιον ειναι αλλ ην αυτοις απαντα κοινα
33. και δυναμει μεγαλη απεδιδουν το μαρτυριον οι αποστολοι της αναστασεως του κυριου ιησου χαρις τε μεγαλη ην επι παντας αυτους
34. ουδε γαρ ενδεης τις ην εν αυτοις οσοι γαρ κτητορες χωριων η οικιων υπηρχον πωλουντες εφερον τας τιμας των πιπρασκομενων
35. και ετιθουν παρα τους ποδας των αποστολων διεδιδετο δε εκαστω καθοτι αν τις χρειαν ειχεν
36. ιωσηφ δε ο επικληθεις βαρναβας απο των αποστολων ο εστιν μεθερμηνευομενον υιος παρακλησεως λευιτης κυπριος τω γενει
37. υπαρχοντος αυτω αγρου πωλησας ηνεγκεν το χρημα και εθηκεν προς τους ποδας των αποστολων

Πραξεισ Αποστολωχ 5

1. ανηρ δε τις ανανιας ονοματι συν σαπφιρη τη γυναικι αυτου επωλησεν κτημα
2. και ενοσφισατο απο της τιμης συνειδυιης και της γυναικος και ενεγκας μερος τι παρα τους ποδας των αποστολων εθηκεν
3. ειπεν δε ο πετρος ανανια δια τι επληρωσεν ο σατανας την καρδιαν σου ψευσασθαι σε το πνευμα το αγιον και νοσφισασθαι απο της τιμης του χωριου
4. ουχι μενον σοι εμενεν και πραθεν εν τη ση εξουσια υπηρχεν τι οτι εθου εν τη καρδια σου το πραγμα τουτο ουκ εψευσω ανθρωποις αλλα τω θεω
5. ακουων δε ο ανανιας τους λογους τουτους πεσων εξεψυξεν και εγενετο φοβος μεγας επι παντας τους ακουοντας
6. ανασταντες δε οι νεωτεροι συνεστειλαν αυτον και εξενεγκαντες εθαψαν
7. εγενετο δε ως ωρων τριων διαστημα και η γυνη αυτου μη ειδυια το γεγονος εισηλθεν
8. απεκριθη δε προς αυτην πετρος ειπε μοι ει τοσουτου το χωριον απεδοσθε η δε ειπεν ναι τοσουτου
9. ο δε πετρος προς αυτην τι οτι συνεφωνηθη υμιν πειρασαι το πνευμα κυριου ιδου οι ποδες των θαψαντων τον ανδρα σου επι τη θυρα και εξοισουσιν σε
10. επεσεν δε παραχρημα προς τους ποδας αυτου και εξεψυξεν εισελθοντες δε οι νεανισκοι ευρον αυτην νεκραν και εξενεγκαντες εθαψαν προς τον ανδρα αυτης
11. και εγενετο φοβος μεγας εφ ολην την εκκλησιαν και επι παντας τους ακουοντας ταυτα
12. δια δε των χειρων των αποστολων εγινετο σημεια και τερατα πολλα εν τω λαω και ησαν ομοθυμαδον απαντες εν τη στοα σολομωντος
13. των δε λοιπων ουδεις ετολμα κολλασθαι αυτοις αλλ εμεγαλυνεν αυτους ο λαος
14. μαλλον δε προσετιθεντο πιστευοντες τω κυριω πληθη ανδρων τε και γυναικων
15. ωστε και εις τας πλατειας εκφερειν τους ασθενεις και τιθεναι επι κλιναριων και κραβαττων ινα ερχομενου πετρου καν η σκια επισκιαση τινι αυτων
16. συνηρχετο δε και το πληθος των περιξ πολεων ιερουσαλημ φεροντες ασθενεις και οχλουμενους υπο πνευματων ακαθαρτων οιτινες εθεραπευοντο απαντες
17. αναστας δε ο αρχιερευς και παντες οι συν αυτω η ουσα αιρεσις των σαδδουκαιων επλησθησαν ζηλου
18. και επεβαλον τας χειρας επι τους αποστολους και εθεντο αυτους εν τηρησει δημοσια
19. αγγελος δε κυριου δια νυκτος ανοιξας τας θυρας της φυλακης εξαγαγων τε αυτους ειπεν
20. πορευεσθε και σταθεντες λαλειτε εν τω ιερω τω λαω παντα τα ρηματα της ζωης ταυτης
21. ακουσαντες δε εισηλθον υπο τον ορθρον εις το ιερον και εδιδασκον παραγενομενος δε ο αρχιερευς και οι συν αυτω συνεκαλεσαν το συνεδριον και πασαν την γερουσιαν των υιων ισραηλ και απεστειλαν εις το δεσμωτηριον αχθηναι αυτους
22. οι δε παραγενομενοι υπηρεται ουχ ευρον αυτους εν τη φυλακη αναστρεψαντες δε απηγγειλαν
23. λεγοντες οτι το δεσμωτηριον ευρομεν κεκλεισμενον εν παση ασφαλεια και τους φυλακας εστωτας επι των θυρων ανοιξαντες δε εσω ουδενα ευρομεν
24. ως δε ηκουσαν τους λογους τουτους ο τε στρατηγος του ιερου και οι αρχιερεις διηπορουν περι αυτων τι αν γενοιτο τουτο
25. παραγενομενος δε τις απηγγειλεν αυτοις οτι ιδου οι ανδρες ους εθεσθε εν τη φυλακη εισιν εν τω ιερω εστωτες και διδασκοντες τον λαον
26. τοτε απελθων ο στρατηγος συν τοις υπηρεταις ηγεν αυτους ου μετα βιας εφοβουντο γαρ τον λαον μη λιθασθωσιν
27. αγαγοντες δε αυτους εστησαν εν τω συνεδριω και επηρωτησεν αυτους ο αρχιερευς
28. λεγων [ου] παραγγελια παρηγγειλαμεν υμιν μη διδασκειν επι τω ονοματι τουτω και ιδου πεπληρωκατε την ιερουσαλημ της διδαχης υμων και βουλεσθε επαγαγειν εφ ημας το αιμα του ανθρωπου τουτου
29. αποκριθεις δε πετρος και οι αποστολοι ειπαν πειθαρχειν δει θεω μαλλον η ανθρωποις
30. ο θεος των πατερων ημων ηγειρεν ιησουν ον υμεις διεχειρισασθε κρεμασαντες επι ξυλου
31. τουτον ο θεος αρχηγον και σωτηρα υψωσεν τη δεξια αυτου [του] δουναι μετανοιαν τω ισραηλ και αφεσιν αμαρτιων
32. και ημεις εσμεν μαρτυρες των ρηματων τουτων και το πνευμα το αγιον ο εδωκεν ο θεος τοις πειθαρχουσιν αυτω
33. οι δε ακουσαντες διεπριοντο και εβουλοντο ανελειν αυτους
34. αναστας δε τις εν τω συνεδριω φαρισαιος ονοματι γαμαλιηλ νομοδιδασκαλος τιμιος παντι τω λαω εκελευσεν εξω βραχυ τους ανθρωπους ποιησαι
35. ειπεν τε προς αυτους ανδρες ισραηλιται προσεχετε εαυτοις επι τοις ανθρωποις τουτοις τι μελλετε πρασσειν
36. προ γαρ τουτων των ημερων ανεστη θευδας λεγων ειναι τινα εαυτον ω προσεκλιθη ανδρων αριθμος ως τετρακοσιων ος ανηρεθη και παντες οσοι επειθοντο αυτω διελυθησαν και εγενοντο εις ουδεν
37. μετα τουτον ανεστη ιουδας ο γαλιλαιος εν ταις ημεραις της απογραφης και απεστησεν λαον οπισω αυτου κακεινος απωλετο και παντες οσοι επειθοντο αυτω διεσκορπισθησαν
38. και τα νυν λεγω υμιν αποστητε απο των ανθρωπων τουτων και αφετε αυτους οτι εαν η εξ ανθρωπων η βουλη αυτη η το εργον τουτο καταλυθησεται
39. ει δε εκ θεου εστιν ου δυνησεσθε καταλυσαι αυτους μηποτε και θεομαχοι ευρεθητε επεισθησαν δε αυτω
40. και προσκαλεσαμενοι τους αποστολους δειραντες παρηγγειλαν μη λαλειν επι τω ονοματι του ιησου και απελυσαν
41. οι μεν ουν επορευοντο χαιροντες απο προσωπου του συνεδριου οτι κατηξιωθησαν υπερ του ονοματος ατιμασθηναι
42. πασαν τε ημεραν εν τω ιερω και κατ οικον ουκ επαυοντο διδασκοντες και ευαγγελιζομενοι τον χριστον ιησουν

Πραξεισ Αποστολωχ 6

1. εν δε ταις ημεραις ταυταις πληθυνοντων των μαθητων εγενετο γογγυσμος των ελληνιστων προς τους εβραιους οτι παρεθεωρουντο εν τη διακονια τη καθημερινη αι χηραι αυτων
2. προσκαλεσαμενοι δε οι δωδεκα το πληθος των μαθητων ειπαν ουκ αρεστον εστιν ημας καταλειψαντας τον λογον του θεου διακονειν τραπεζαις
3. επισκεψασθε δε αδελφοι ανδρας εξ υμων μαρτυρουμενους επτα πληρεις πνευματος και σοφιας ους καταστησομεν επι της χρειας ταυτης
4. ημεις δε τη προσευχη και τη διακονια του λογου προσκαρτερησομεν
5. και ηρεσεν ο λογος ενωπιον παντος του πληθους και εξελεξαντο στεφανον ανδρα πληρης πιστεως και πνευματος αγιου και φιλιππον και προχορον και νικανορα και τιμωνα και παρμεναν και νικολαον προσηλυτον αντιοχεα
6. ους εστησαν ενωπιον των αποστολων και προσευξαμενοι επεθηκαν αυτοις τας χειρας
7. και ο λογος του θεου ηυξανεν και επληθυνετο ο αριθμος των μαθητων εν ιερουσαλημ σφοδρα πολυς τε οχλος των ιερεων υπηκουον τη πιστει
8. στεφανος δε πληρης χαριτος και δυναμεως εποιει τερατα και σημεια μεγαλα εν τω λαω
9. ανεστησαν δε τινες των εκ της συναγωγης της λεγομενης λιβερτινων και κυρηναιων και αλεξανδρεων και των απο κιλικιας και ασιας συζητουντες τω στεφανω
10. και ουκ ισχυον αντιστηναι τη σοφια και τω πνευματι ω ελαλει
11. τοτε υπεβαλον ανδρας λεγοντας οτι ακηκοαμεν αυτου λαλουντος ρηματα βλασφημα εις μωυσην και τον θεον
12. συνεκινησαν τε τον λαον και τους πρεσβυτερους και τους γραμματεις και επισταντες συνηρπασαν αυτον και ηγαγον εις το συνεδριον
13. εστησαν τε μαρτυρας ψευδεις λεγοντας ο ανθρωπος ουτος ου παυεται λαλων ρηματα κατα του τοπου του αγιου [τουτου] και του νομου
14. ακηκοαμεν γαρ αυτου λεγοντος οτι ιησους ο ναζωραιος ουτος καταλυσει τον τοπον τουτον και αλλαξει τα εθη α παρεδωκεν ημιν μωυσης
15. και ατενισαντες εις αυτον παντες οι καθεζομενοι εν τω συνεδριω ειδον το προσωπον αυτου ωσει προσωπον αγγελου

Πραξεισ Αποστολωχ 7

1. ειπεν δε ο αρχιερευς ει ταυτα ουτως εχει
2. ο δε εφη ανδρες αδελφοι και πατερες ακουσατε ο θεος της δοξης ωφθη τω πατρι ημων αβρααμ οντι εν τη μεσοποταμια πριν η κατοικησαι αυτον εν χαρραν
3. και ειπεν προς αυτον εξελθε εκ της γης σου και [εκ] της συγγενειας σου και δευρο εις την γην ην αν σοι δειξω
4. τοτε εξελθων εκ γης χαλδαιων κατωκησεν εν χαρραν κακειθεν μετα το αποθανειν τον πατερα αυτου μετωκισεν αυτον εις την γην ταυτην εις ην υμεις νυν κατοικειτε
5. και ουκ εδωκεν αυτω κληρονομιαν εν αυτη ουδε βημα ποδος και επηγγειλατο δουναι αυτω εις κατασχεσιν αυτην και τω σπερματι αυτου μετ αυτον ουκ οντος αυτω τεκνου
6. ελαλησεν δε ουτως ο θεος οτι εσται το σπερμα αυτου παροικον εν γη αλλοτρια και δουλωσουσιν αυτο και κακωσουσιν ετη τετρακοσια
7. και το εθνος ω εαν δουλευσουσιν κρινω εγω ο θεος ειπεν και μετα ταυτα εξελευσονται και λατρευσουσιν μοι εν τω τοπω τουτω
8. και εδωκεν αυτω διαθηκην περιτομης και ουτως εγεννησεν τον ισαακ και περιετεμεν αυτον τη ημερα τη ογδοη και ισαακ τον ιακωβ και ιακωβ τους δωδεκα πατριαρχας
9. και οι πατριαρχαι ζηλωσαντες τον ιωσηφ απεδοντο εις αιγυπτον και ην ο θεος μετ αυτου
10. και εξειλατο αυτον εκ πασων των θλιψεων αυτου και εδωκεν αυτω χαριν και σοφιαν εναντιον φαραω βασιλεως αιγυπτου και κατεστησεν αυτον ηγουμενον επ αιγυπτον και [εφ] ολον τον οικον αυτου
11. ηλθεν δε λιμος εφ ολην την αιγυπτον και χανααν και θλιψις μεγαλη και ουχ ηυρισκον χορτασματα οι πατερες ημων
12. ακουσας δε ιακωβ οντα σιτια εις αιγυπτον εξαπεστειλεν τους πατερας ημων πρωτον
13. και εν τω δευτερω ανεγνωρισθη ιωσηφ τοις αδελφοις αυτου και φανερον εγενετο τω φαραω το γενος [του] ιωσηφ
14. αποστειλας δε ιωσηφ μετεκαλεσατο ιακωβ τον πατερα αυτου και πασαν την συγγενειαν εν ψυχαις εβδομηκοντα πεντε
15. και κατεβη ιακωβ εις αιγυπτον και ετελευτησεν αυτος και οι πατερες ημων
16. και μετετεθησαν εις συχεμ και ετεθησαν εν τω μνηματι ω ωνησατο αβρααμ τιμης αργυριου παρα των υιων εμμωρ εν συχεμ
17. καθως δε ηγγιζεν ο χρονος της επαγγελιας ης ωμολογησεν ο θεος τω αβρααμ ηυξησεν ο λαος και επληθυνθη εν αιγυπτω
18. αχρι ου ανεστη βασιλευς ετερος [επ αιγυπτον] ος ουκ ηδει τον ιωσηφ
19. ουτος κατασοφισαμενος το γενος ημων εκακωσεν τους πατερας [ημων] του ποιειν τα βρεφη εκθετα αυτων εις το μη ζωογονεισθαι
20. εν ω καιρω εγεννηθη μωυσης και ην αστειος τω θεω ος ανετραφη μηνας τρεις εν τω οικω του πατρος
21. εκτεθεντος δε αυτου ανειλατο αυτον η θυγατηρ φαραω και ανεθρεψατο αυτον εαυτη εις υιον
22. και επαιδευθη μωυσης [εν] παση σοφια αιγυπτιων ην δε δυνατος εν λογοις και εργοις αυτου
23. ως δε επληρουτο αυτω τεσσερακονταετης χρονος ανεβη επι την καρδιαν αυτου επισκεψασθαι τους αδελφους αυτου τους υιους ισραηλ
24. και ιδων τινα αδικουμενον ημυνατο και εποιησεν εκδικησιν τω καταπονουμενω παταξας τον αιγυπτιον
25. ενομιζεν δε συνιεναι τους αδελφους [αυτου] οτι ο θεος δια χειρος αυτου διδωσιν σωτηριαν αυτοις οι δε ου συνηκαν
26. τη τε επιουση ημερα ωφθη αυτοις μαχομενοις και συνηλλασσεν αυτους εις ειρηνην ειπων ανδρες αδελφοι εστε ινατι αδικειτε αλληλους
27. ο δε αδικων τον πλησιον απωσατο αυτον ειπων τις σε κατεστησεν αρχοντα και δικαστην εφ ημων
28. μη ανελειν με συ θελεις ον τροπον ανειλες εχθες τον αιγυπτιον
29. εφυγεν δε μωυσης εν τω λογω τουτω και εγενετο παροικος εν γη μαδιαμ ου εγεννησεν υιους δυο
30. και πληρωθεντων ετων τεσσερακοντα ωφθη αυτω εν τη ερημω του ορους σινα αγγελος εν φλογι πυρος βατου
31. ο δε μωυσης ιδων εθαυμαζεν το οραμα προσερχομενου δε αυτου κατανοησαι εγενετο φωνη κυριου
32. εγω ο θεος των πατερων σου ο θεος αβρααμ και ισαακ και ιακωβ εντρομος δε γενομενος μωυσης ουκ ετολμα κατανοησαι
33. ειπεν δε αυτω ο κυριος λυσον το υποδημα των ποδων σου ο γαρ τοπος εφ ω εστηκας γη αγια εστιν
34. ιδων ειδον την κακωσιν του λαου μου του εν αιγυπτω και του στεναγμου αυτων ηκουσα και κατεβην εξελεσθαι αυτους και νυν δευρο αποστειλω σε εις αιγυπτον
35. τουτον τον μωυσην ον ηρνησαντο ειποντες τις σε κατεστησεν αρχοντα και δικαστην τουτον ο θεος [και] αρχοντα και λυτρωτην απεσταλκεν συν χειρι αγγελου του οφθεντος αυτω εν τη βατω
36. ουτος εξηγαγεν αυτους ποιησας τερατα και σημεια εν γη αιγυπτω και εν ερυθρα θαλασση και εν τη ερημω ετη τεσσερακοντα
37. ουτος εστιν ο μωυσης ο ειπας τοις υιοις ισραηλ προφητην υμιν αναστησει ο θεος εκ των αδελφων υμων ως εμε
38. ουτος εστιν ο γενομενος εν τη εκκλησια εν τη ερημω μετα του αγγελου του λαλουντος αυτω εν τω ορει σινα και των πατερων ημων ος εδεξατο λογια ζωντα δουναι ημιν
39. ω ουκ ηθελησαν υπηκοοι γενεσθαι οι πατερες ημων αλλα απωσαντο και εστραφησαν εν ταις καρδιαις αυτων εις αιγυπτον
40. ειποντες τω ααρων ποιησον ημιν θεους οι προπορευσονται ημων ο γαρ μωυσης ουτος ος εξηγαγεν ημας εκ γης αιγυπτου ουκ οιδαμεν τι εγενετο αυτω
41. και εμοσχοποιησαν εν ταις ημεραις εκειναις και ανηγαγον θυσιαν τω ειδωλω και ευφραινοντο εν τοις εργοις των χειρων αυτων
42. εστρεψεν δε ο θεος και παρεδωκεν αυτους λατρευειν τη στρατια του ουρανου καθως γεγραπται εν βιβλω των προφητων μη σφαγια και θυσιας προσηνεγκατε μοι ετη τεσσερακοντα εν τη ερημω οικος ισραηλ
43. και ανελαβετε την σκηνην του μολοχ και το αστρον του θεου [υμων] ραιφαν τους τυπους ους εποιησατε προσκυνειν αυτοις και μετοικιω υμας επεκεινα βαβυλωνος
44. η σκηνη του μαρτυριου ην τοις πατρασιν ημων εν τη ερημω καθως διεταξατο ο λαλων τω μωυση ποιησαι αυτην κατα τον τυπον ον εωρακει
45. ην και εισηγαγον διαδεξαμενοι οι πατερες ημων μετα ιησου εν τη κατασχεσει των εθνων ων εξωσεν ο θεος απο προσωπου των πατερων ημων εως των ημερων δαυιδ
46. ος ευρεν χαριν ενωπιον του θεου και ητησατο ευρειν σκηνωμα τω οικω ιακωβ
47. σολομων δε οικοδομησεν αυτω οικον
48. αλλ ουχ ο υψιστος εν χειροποιητοις κατοικει καθως ο προφητης λεγει
49. ο ουρανος μοι θρονος η δε γη υποποδιον των ποδων μου ποιον οικον οικοδομησετε μοι λεγει κυριος η τις τοπος της καταπαυσεως μου
50. ουχι η χειρ μου εποιησεν ταυτα παντα
51. σκληροτραχηλοι και απεριτμητοι καρδιαις και τοις ωσιν υμεις αει τω πνευματι τω αγιω αντιπιπτετε ως οι πατερες υμων και υμεις
52. τινα των προφητων ουκ εδιωξαν οι πατερες υμων και απεκτειναν τους προκαταγγειλαντας περι της ελευσεως του δικαιου ου νυν υμεις προδοται και φονεις εγενεσθε
53. οιτινες ελαβετε τον νομον εις διαταγας αγγελων και ουκ εφυλαξατε
54. ακουοντες δε ταυτα διεπριοντο ταις καρδιαις αυτων και εβρυχον τους οδοντας επ αυτον
55. υπαρχων δε πληρης πνευματος αγιου ατενισας εις τον ουρανον ειδεν δοξαν θεου και ιησουν εστωτα εκ δεξιων του θεου
56. και ειπεν ιδου θεωρω τους ουρανους διηνοιγμενους και τον υιον του ανθρωπου εκ δεξιων εστωτα του θεου
57. κραξαντες δε φωνη μεγαλη συνεσχον τα ωτα αυτων και ωρμησαν ομοθυμαδον επ αυτον
58. και εκβαλοντες εξω της πολεως ελιθοβολουν και οι μαρτυρες απεθεντο τα ιματια αυτων παρα τους ποδας νεανιου καλουμενου σαυλου
59. και ελιθοβολουν τον στεφανον επικαλουμενον και λεγοντα κυριε ιησου δεξαι το πνευμα μου
60. θεις δε τα γονατα εκραξεν φωνη μεγαλη κυριε μη στησης αυτοις ταυτην την αμαρτιαν και τουτο ειπων εκοιμηθη

Πραξεισ Αποστολωχ 8

1. σαυλος δε ην συνευδοκων τη αναιρεσει αυτου εγενετο δε εν εκεινη τη ημερα διωγμος μεγας επι την εκκλησιαν την εν ιεροσολυμοις παντες δε διεσπαρησαν κατα τας χωρας της ιουδαιας και σαμαρειας πλην των αποστολων
2. συνεκομισαν δε τον στεφανον ανδρες ευλαβεις και εποιησαν κοπετον μεγαν επ αυτω
3. σαυλος δε ελυμαινετο την εκκλησιαν κατα τους οικους εισπορευομενος συρων τε ανδρας και γυναικας παρεδιδου εις φυλακην
4. οι μεν ουν διασπαρεντες διηλθον ευαγγελιζομενοι τον λογον
5. φιλιππος δε κατελθων εις [την] πολιν της σαμαρειας εκηρυσσεν αυτοις τον χριστον
6. προσειχον δε οι οχλοι τοις λεγομενοις υπο του φιλιππου ομοθυμαδον εν τω ακουειν αυτους και βλεπειν τα σημεια α εποιει
7. πολλοι γαρ των εχοντων πνευματα ακαθαρτα βοωντα φωνη μεγαλη εξηρχοντο πολλοι δε παραλελυμενοι και χωλοι εθεραπευθησαν
8. εγενετο δε πολλη χαρα εν τη πολει εκεινη
9. ανηρ δε τις ονοματι σιμων προυπηρχεν εν τη πολει μαγευων και εξιστανων το εθνος της σαμαρειας λεγων ειναι τινα εαυτον μεγαν
10. ω προσειχον παντες απο μικρου εως μεγαλου λεγοντες ουτος εστιν η δυναμις του θεου η καλουμενη μεγαλη
11. προσειχον δε αυτω δια το ικανω χρονω ταις μαγειαις εξεστακεναι αυτους
12. οτε δε επιστευσαν τω φιλιππω ευαγγελιζομενω περι της βασιλειας του θεου και του ονοματος ιησου χριστου εβαπτιζοντο ανδρες τε και γυναικες
13. ο δε σιμων και αυτος επιστευσεν και βαπτισθεις ην προσκαρτερων τω φιλιππω θεωρων τε σημεια και δυναμεις μεγαλας γινομενας εξιστατο
14. ακουσαντες δε οι εν ιεροσολυμοις αποστολοι οτι δεδεκται η σαμαρεια τον λογον του θεου απεστειλαν προς αυτους πετρον και ιωαννην
15. οιτινες καταβαντες προσηυξαντο περι αυτων οπως λαβωσιν πνευμα αγιον
16. ουδεπω γαρ ην επ ουδενι αυτων επιπεπτωκος μονον δε βεβαπτισμενοι υπηρχον εις το ονομα του κυριου ιησου
17. τοτε επετιθεσαν τας χειρας επ αυτους και ελαμβανον πνευμα αγιον
18. ιδων δε ο σιμων οτι δια της επιθεσεως των χειρων των αποστολων διδοται το πνευμα προσηνεγκεν αυτοις χρηματα
19. λεγων δοτε καμοι την εξουσιαν ταυτην ινα ω εαν επιθω τας χειρας λαμβανη πνευμα αγιον
20. πετρος δε ειπεν προς αυτον το αργυριον σου συν σοι ειη εις απωλειαν οτι την δωρεαν του θεου ενομισας δια χρηματων κτασθαι
21. ουκ εστιν σοι μερις ουδε κληρος εν τω λογω τουτω η γαρ καρδια σου ουκ εστιν ευθεια εναντι του θεου
22. μετανοησον ουν απο της κακιας σου ταυτης και δεηθητι του κυριου ει αρα αφεθησεται σοι η επινοια της καρδιας σου
23. εις γαρ χολην πικριας και συνδεσμον αδικιας ορω σε οντα
24. αποκριθεις δε ο σιμων ειπεν δεηθητε υμεις υπερ εμου προς τον κυριον οπως μηδεν επελθη επ εμε ων ειρηκατε
25. οι μεν ουν διαμαρτυραμενοι και λαλησαντες τον λογον του κυριου υπεστρεφον εις ιεροσολυμα πολλας τε κωμας των σαμαριτων ευηγγελιζοντο
26. αγγελος δε κυριου ελαλησεν προς φιλιππον λεγων αναστηθι και πορευου κατα μεσημβριαν επι την οδον την καταβαινουσαν απο ιερουσαλημ εις γαζαν αυτη εστιν ερημος
27. και αναστας επορευθη και ιδου ανηρ αιθιοψ ευνουχος δυναστης κανδακης βασιλισσης αιθιοπων ος ην επι πασης της γαζης αυτης ος εληλυθει προσκυνησων εις ιερουσαλημ
28. ην τε υποστρεφων και καθημενος επι του αρματος αυτου και ανεγινωσκεν τον προφητην ησαιαν
29. ειπεν δε το πνευμα τω φιλιππω προσελθε και κολληθητι τω αρματι τουτω
30. προσδραμων δε ο φιλιππος ηκουσεν αυτου αναγινωσκοντος ησαιαν τον προφητην και ειπεν αρα γε γινωσκεις α αναγινωσκεις
31. ο δε ειπεν πως γαρ αν δυναιμην εαν μη τις οδηγησει με παρεκαλεσεν τε τον φιλιππον αναβαντα καθισαι συν αυτω
32. η δε περιοχη της γραφης ην ανεγινωσκεν ην αυτη ως προβατον επι σφαγην ηχθη και ως αμνος εναντιον του κειραντος αυτον αφωνος ουτως ουκ ανοιγει το στομα αυτου
33. εν τη ταπεινωσει [αυτου] η κρισις αυτου ηρθη την γενεαν αυτου τις διηγησεται οτι αιρεται απο της γης η ζωη αυτου
34. αποκριθεις δε ο ευνουχος τω φιλιππω ειπεν δεομαι σου περι τινος ο προφητης λεγει τουτο περι εαυτου η περι ετερου τινος
35. ανοιξας δε ο φιλιππος το στομα αυτου και αρξαμενος απο της γραφης ταυτης ευηγγελισατο αυτω τον ιησουν
36. ως δε επορευοντο κατα την οδον ηλθον επι τι υδωρ και φησιν ο ευνουχος ιδου υδωρ τι κωλυει με βαπτισθηναι
37.
38. και εκελευσεν στηναι το αρμα και κατεβησαν αμφοτεροι εις το υδωρ ο τε φιλιππος και ο ευνουχος και εβαπτισεν αυτον
39. οτε δε ανεβησαν εκ του υδατος πνευμα κυριου ηρπασεν τον φιλιππον και ουκ ειδεν αυτον ουκετι ο ευνουχος επορευετο γαρ την οδον αυτου χαιρων
40. φιλιππος δε ευρεθη εις αζωτον και διερχομενος ευηγγελιζετο τας πολεις πασας εως του ελθειν αυτον εις καισαρειαν

Πραξεισ Αποστολωχ 9

1. ο δε σαυλος ετι εμπνεων απειλης και φονου εις τους μαθητας του κυριου προσελθων τω αρχιερει
2. ητησατο παρ αυτου επιστολας εις δαμασκον προς τας συναγωγας οπως εαν τινας ευρη της οδου οντας ανδρας τε και γυναικας δεδεμενους αγαγη εις ιερουσαλημ
3. εν δε τω πορευεσθαι εγενετο αυτον εγγιζειν τη δαμασκω εξαιφνης τε αυτον περιηστραψεν φως εκ του ουρανου
4. και πεσων επι την γην ηκουσεν φωνην λεγουσαν αυτω σαουλ σαουλ τι με διωκεις
5. ειπεν δε τις ει κυριε ο δε εγω ειμι ιησους ον συ διωκεις
6. αλλα αναστηθι και εισελθε εις την πολιν και λαληθησεται σοι ο τι σε δει ποιειν
7. οι δε ανδρες οι συνοδευοντες αυτω ειστηκεισαν ενεοι ακουοντες μεν της φωνης μηδενα δε θεωρουντες
8. ηγερθη δε σαυλος απο της γης ανεωγμενων δε των οφθαλμων αυτου ουδεν εβλεπεν χειραγωγουντες δε αυτον εισηγαγον εις δαμασκον
9. και ην ημερας τρεις μη βλεπων και ουκ εφαγεν ουδε επιεν
10. ην δε τις μαθητης εν δαμασκω ονοματι ανανιας και ειπεν προς αυτον εν οραματι ο κυριος ανανια ο δε ειπεν ιδου εγω κυριε
11. ο δε κυριος προς αυτον αναστας πορευθητι επι την ρυμην την καλουμενην ευθειαν και ζητησον εν οικια ιουδα σαυλον ονοματι ταρσεα ιδου γαρ προσευχεται
12. και ειδεν ανδρα [εν οραματι] ανανιαν ονοματι εισελθοντα και επιθεντα αυτω [τας] χειρας οπως αναβλεψη
13. απεκριθη δε ανανιας κυριε ηκουσα απο πολλων περι του ανδρος τουτου οσα κακα τοις αγιοις σου εποιησεν εν ιερουσαλημ
14. και ωδε εχει εξουσιαν παρα των αρχιερεων δησαι παντας τους επικαλουμενους το ονομα σου
15. ειπεν δε προς αυτον ο κυριος πορευου οτι σκευος εκλογης εστιν μοι ουτος του βαστασαι το ονομα μου ενωπιον εθνων τε και βασιλεων υιων τε ισραηλ
16. εγω γαρ υποδειξω αυτω οσα δει αυτον υπερ του ονοματος μου παθειν
17. απηλθεν δε ανανιας και εισηλθεν εις την οικιαν και επιθεις επ αυτον τας χειρας ειπεν σαουλ αδελφε ο κυριος απεσταλκεν με ιησους ο οφθεις σοι εν τη οδω η ηρχου οπως αναβλεψης και πλησθης πνευματος αγιου
18. και ευθεως απεπεσαν αυτου απο των οφθαλμων ως λεπιδες ανεβλεψεν τε και αναστας εβαπτισθη
19. και λαβων τροφην ενισχυσεν εγενετο δε μετα των εν δαμασκω μαθητων ημερας τινας
20. και ευθεως εν ταις συναγωγαις εκηρυσσεν τον ιησουν οτι ουτος εστιν ο υιος του θεου
21. εξισταντο δε παντες οι ακουοντες και ελεγον ουχ ουτος εστιν ο πορθησας εις ιερουσαλημ τους επικαλουμενους το ονομα τουτο και ωδε εις τουτο εληλυθει ινα δεδεμενους αυτους αγαγη επι τους αρχιερεις
22. σαυλος δε μαλλον ενεδυναμουτο και συνεχυννεν [τους] ιουδαιους τους κατοικουντας εν δαμασκω συμβιβαζων οτι ουτος εστιν ο χριστος
23. ως δε επληρουντο ημεραι ικαναι συνεβουλευσαντο οι ιουδαιοι ανελειν αυτον
24. εγνωσθη δε τω σαυλω η επιβουλη αυτων παρετηρουντο δε και τας πυλας ημερας τε και νυκτος οπως αυτον ανελωσιν
25. λαβοντες δε οι μαθηται αυτου νυκτος δια του τειχους καθηκαν αυτον χαλασαντες εν σπυριδι
26. παραγενομενος δε εις ιερουσαλημ επειραζεν κολλασθαι τοις μαθηταις και παντες εφοβουντο αυτον μη πιστευοντες οτι εστιν μαθητης
27. βαρναβας δε επιλαβομενος αυτον ηγαγεν προς τους αποστολους και διηγησατο αυτοις πως εν τη οδω ειδεν τον κυριον και οτι ελαλησεν αυτω και πως εν δαμασκω επαρρησιασατο εν τω ονοματι του ιησου
28. και ην μετ αυτων εισπορευομενος και εκπορευομενος εις ιερουσαλημ παρρησιαζομενος εν τω ονοματι του κυριου
29. ελαλει τε και συνεζητει προς τους ελληνιστας οι δε επεχειρουν ανελειν αυτον
30. επιγνοντες δε οι αδελφοι κατηγαγον αυτον εις καισαρειαν και εξαπεστειλαν αυτον εις ταρσον
31. η μεν ουν εκκλησια καθ ολης της ιουδαιας και γαλιλαιας και σαμαρειας ειχεν ειρηνην οικοδομουμενη και πορευομενη τω φοβω του κυριου και τη παρακλησει του αγιου πνευματος επληθυνετο
32. εγενετο δε πετρον διερχομενον δια παντων κατελθειν και προς τους αγιους τους κατοικουντας λυδδα
33. ευρεν δε εκει ανθρωπον τινα ονοματι αινεαν εξ ετων οκτω κατακειμενον επι κραβαττου ος ην παραλελυμενος
34. και ειπεν αυτω ο πετρος αινεα ιαται σε ιησους χριστος αναστηθι και στρωσον σεαυτω και ευθεως ανεστη
35. και ειδαν αυτον παντες οι κατοικουντες λυδδα και τον σαρωνα οιτινες επεστρεψαν επι τον κυριον
36. εν ιοππη δε τις ην μαθητρια ονοματι ταβιθα η διερμηνευομενη λεγεται δορκας αυτη ην πληρης εργων αγαθων και ελεημοσυνων ων εποιει
37. εγενετο δε εν ταις ημεραις εκειναις ασθενησασαν αυτην αποθανειν λουσαντες δε εθηκαν [αυτην] εν υπερωω
38. εγγυς δε ουσης λυδδας τη ιοππη οι μαθηται ακουσαντες οτι πετρος εστιν εν αυτη απεστειλαν δυο ανδρας προς αυτον παρακαλουντες μη οκνησης διελθειν εως ημων
39. αναστας δε πετρος συνηλθεν αυτοις ον παραγενομενον ανηγαγον εις το υπερωον και παρεστησαν αυτω πασαι αι χηραι κλαιουσαι και επιδεικνυμεναι χιτωνας και ιματια οσα εποιει μετ αυτων ουσα η δορκας
40. εκβαλων δε εξω παντας ο πετρος και θεις τα γονατα προσηυξατο και επιστρεψας προς το σωμα ειπεν ταβιθα αναστηθι η δε ηνοιξεν τους οφθαλμους αυτης και ιδουσα τον πετρον ανεκαθισεν
41. δους δε αυτη χειρα ανεστησεν αυτην φωνησας δε τους αγιους και τας χηρας παρεστησεν αυτην ζωσαν
42. γνωστον δε εγενετο καθ ολης της ιοππης και επιστευσαν πολλοι επι τον κυριον
43. εγενετο δε ημερας ικανας μειναι εν ιοππη παρα τινι σιμωνι βυρσει

Πραξεισ Αποστολωχ 10

1. ανηρ δε τις εν καισαρεια ονοματι κορνηλιος εκατονταρχης εκ σπειρης της καλουμενης ιταλικης
2. ευσεβης και φοβουμενος τον θεον συν παντι τω οικω αυτου ποιων ελεημοσυνας πολλας τω λαω και δεομενος του θεου δια παντος
3. ειδεν εν οραματι φανερως ωσει περι ωραν ενατην της ημερας αγγελον του θεου εισελθοντα προς αυτον και ειποντα αυτω κορνηλιε
4. ο δε ατενισας αυτω και εμφοβος γενομενος ειπεν τι εστιν κυριε ειπεν δε αυτω αι προσευχαι σου και αι ελεημοσυναι σου ανεβησαν εις μνημοσυνον εμπροσθεν του θεου
5. και νυν πεμψον ανδρας εις ιοππην και μεταπεμψαι σιμωνα τινα ος επικαλειται πετρος
6. ουτος ξενιζεται παρα τινι σιμωνι βυρσει ω εστιν οικια παρα θαλασσαν
7. ως δε απηλθεν ο αγγελος ο λαλων αυτω φωνησας δυο των οικετων και στρατιωτην ευσεβη των προσκαρτερουντων αυτω
8. και εξηγησαμενος απαντα αυτοις απεστειλεν αυτους εις την ιοππην
9. τη δε επαυριον οδοιπορουντων εκεινων και τη πολει εγγιζοντων ανεβη πετρος επι το δωμα προσευξασθαι περι ωραν εκτην
10. εγενετο δε προσπεινος και ηθελεν γευσασθαι παρασκευαζοντων δε αυτων εγενετο επ αυτον εκστασις
11. και θεωρει τον ουρανον ανεωγμενον και καταβαινον σκευος τι ως οθονην μεγαλην τεσσαρσιν αρχαις καθιεμενον επι της γης
12. εν ω υπηρχεν παντα τα τετραποδα και ερπετα της γης και πετεινα του ουρανου
13. και εγενετο φωνη προς αυτον αναστας πετρε θυσον και φαγε
14. ο δε πετρος ειπεν μηδαμως κυριε οτι ουδεποτε εφαγον παν κοινον και ακαθαρτον
15. και φωνη παλιν εκ δευτερου προς αυτον α ο θεος εκαθαρισεν συ μη κοινου
16. τουτο δε εγενετο επι τρις και ευθυς ανελημφθη το σκευος εις τον ουρανον
17. ως δε εν εαυτω διηπορει ο πετρος τι αν ειη το οραμα ο ειδεν ιδου οι ανδρες οι απεσταλμενοι υπο του κορνηλιου διερωτησαντες την οικιαν του σιμωνος επεστησαν επι τον πυλωνα
18. και φωνησαντες επυνθανοντο ει σιμων ο επικαλουμενος πετρος ενθαδε ξενιζεται
19. του δε πετρου διενθυμουμενου περι του οραματος ειπεν [αυτω] το πνευμα ιδου ανδρες τρεις ζητουντες σε
20. αλλα αναστας καταβηθι και πορευου συν αυτοις μηδεν διακρινομενος οτι εγω απεσταλκα αυτους
21. καταβας δε πετρος προς τους ανδρας ειπεν ιδου εγω ειμι ον ζητειτε τις η αιτια δι ην παρεστε
22. οι δε ειπαν κορνηλιος εκατονταρχης ανηρ δικαιος και φοβουμενος τον θεον μαρτυρουμενος τε υπο ολου του εθνους των ιουδαιων εχρηματισθη υπο αγγελου αγιου μεταπεμψασθαι σε εις τον οικον αυτου και ακουσαι ρηματα παρα σου
23. εισκαλεσαμενος ουν αυτους εξενισεν τη δε επαυριον αναστας εξηλθεν συν αυτοις και τινες των αδελφων των απο ιοππης συνηλθον αυτω
24. τη δε επαυριον εισηλθεν εις την καισαρειαν ο δε κορνηλιος ην προσδοκων αυτους συγκαλεσαμενος τους συγγενεις αυτου και τους αναγκαιους φιλους
25. ως δε εγενετο του εισελθειν τον πετρον συναντησας αυτω ο κορνηλιος πεσων επι τους ποδας προσεκυνησεν
26. ο δε πετρος ηγειρεν αυτον λεγων αναστηθι και εγω αυτος ανθρωπος ειμι
27. και συνομιλων αυτω εισηλθεν και ευρισκει συνεληλυθοτας πολλους
28. εφη τε προς αυτους υμεις επιστασθε ως αθεμιτον εστιν ανδρι ιουδαιω κολλασθαι η προσερχεσθαι αλλοφυλω καμοι ο θεος εδειξεν μηδενα κοινον η ακαθαρτον λεγειν ανθρωπον
29. διο και αναντιρρητως ηλθον μεταπεμφθεις πυνθανομαι ουν τινι λογω μετεπεμψασθε με
30. και ο κορνηλιος εφη απο τεταρτης ημερας μεχρι ταυτης της ωρας ημην την ενατην προσευχομενος εν τω οικω μου και ιδου ανηρ εστη ενωπιον μου εν εσθητι λαμπρα
31. και φησιν κορνηλιε εισηκουσθη σου η προσευχη και αι ελεημοσυναι σου εμνησθησαν ενωπιον του θεου
32. πεμψον ουν εις ιοππην και μετακαλεσαι σιμωνα ος επικαλειται πετρος ουτος ξενιζεται εν οικια σιμωνος βυρσεως παρα θαλασσαν
33. εξαυτης ουν επεμψα προς σε συ τε καλως εποιησας παραγενομενος νυν ουν παντες ημεις ενωπιον του θεου παρεσμεν ακουσαι παντα τα προστεταγμενα σοι υπο του κυριου
34. ανοιξας δε πετρος το στομα ειπεν επ αληθειας καταλαμβανομαι οτι ουκ εστιν προσωπολημπτης ο θεος
35. αλλ εν παντι εθνει ο φοβουμενος αυτον και εργαζομενος δικαιοσυνην δεκτος αυτω εστιν
36. τον λογον [ον] απεστειλεν τοις υιοις ισραηλ ευαγγελιζομενος ειρηνην δια ιησου χριστου ουτος εστιν παντων κυριος
37. υμεις οιδατε το γενομενον ρημα καθ ολης της ιουδαιας αρξαμενος απο της γαλιλαιας μετα το βαπτισμα ο εκηρυξεν ιωαννης
38. ιησουν τον απο ναζαρεθ ως εχρισεν αυτον ο θεος πνευματι αγιω και δυναμει ος διηλθεν ευεργετων και ιωμενος παντας τους καταδυναστευομενους υπο του διαβολου οτι ο θεος ην μετ αυτου
39. και ημεις μαρτυρες παντων ων εποιησεν εν τε τη χωρα των ιουδαιων και [εν] ιερουσαλημ ον και ανειλαν κρεμασαντες επι ξυλου
40. τουτον ο θεος ηγειρεν [εν] τη τριτη ημερα και εδωκεν αυτον εμφανη γενεσθαι
41. ου παντι τω λαω αλλα μαρτυσιν τοις προκεχειροτονημενοις υπο του θεου ημιν οιτινες συνεφαγομεν και συνεπιομεν αυτω μετα το αναστηναι αυτον εκ νεκρων
42. και παρηγγειλεν ημιν κηρυξαι τω λαω και διαμαρτυρασθαι οτι ουτος εστιν ο ωρισμενος υπο του θεου κριτης ζωντων και νεκρων
43. τουτω παντες οι προφηται μαρτυρουσιν αφεσιν αμαρτιων λαβειν δια του ονοματος αυτου παντα τον πιστευοντα εις αυτον
44. ετι λαλουντος του πετρου τα ρηματα ταυτα επεπεσεν το πνευμα το αγιον επι παντας τους ακουοντας τον λογον
45. και εξεστησαν οι εκ περιτομης πιστοι οσοι συνηλθαν τω πετρω οτι και επι τα εθνη η δωρεα του αγιου πνευματος εκκεχυται
46. ηκουον γαρ αυτων λαλουντων γλωσσαις και μεγαλυνοντων τον θεον τοτε απεκριθη πετρος
47. μητι το υδωρ δυναται κωλυσαι τις του μη βαπτισθηναι τουτους οιτινες το πνευμα το αγιον ελαβον ως και ημεις
48. προσεταξεν δε αυτους εν τω ονοματι ιησου χριστου βαπτισθηναι τοτε ηρωτησαν αυτον επιμειναι ημερας τινας

Πραξεισ Αποστολωχ 11

1. ηκουσαν δε οι αποστολοι και οι αδελφοι οι οντες κατα την ιουδαιαν οτι και τα εθνη εδεξαντο τον λογον του θεου
2. οτε δε ανεβη πετρος εις ιερουσαλημ διεκρινοντο προς αυτον οι εκ περιτομης
3. λεγοντες οτι εισηλθες προς ανδρας ακροβυστιαν εχοντας και συνεφαγες αυτοις
4. αρξαμενος δε πετρος εξετιθετο αυτοις καθεξης λεγων
5. εγω ημην εν πολει ιοππη προσευχομενος και ειδον εν εκστασει οραμα καταβαινον σκευος τι ως οθονην μεγαλην τεσσαρσιν αρχαις καθιεμενην εκ του ουρανου και ηλθεν αχρι εμου
6. εις ην ατενισας κατενοουν και ειδον τα τετραποδα της γης και τα θηρια και τα ερπετα και τα πετεινα του ουρανου
7. ηκουσα δε και φωνης λεγουσης μοι αναστας πετρε θυσον και φαγε
8. ειπον δε μηδαμως κυριε οτι κοινον η ακαθαρτον ουδεποτε εισηλθεν εις το στομα μου
9. απεκριθη δε φωνη εκ δευτερου εκ του ουρανου α ο θεος εκαθαρισεν συ μη κοινου
10. τουτο δε εγενετο επι τρις και ανεσπασθη παλιν απαντα εις τον ουρανον
11. και ιδου εξαυτης τρεις ανδρες επεστησαν επι την οικιαν εν η ημεν απεσταλμενοι απο καισαρειας προς με
12. ειπεν δε το πνευμα μοι συνελθειν αυτοις μηδεν διακριναντα ηλθον δε συν εμοι και οι εξ αδελφοι ουτοι και εισηλθομεν εις τον οικον του ανδρος
13. απηγγειλεν δε ημιν πως ειδεν [τον] αγγελον εν τω οικω αυτου σταθεντα και ειποντα αποστειλον εις ιοππην και μεταπεμψαι σιμωνα τον επικαλουμενον πετρον
14. ος λαλησει ρηματα προς σε εν οις σωθηση συ και πας ο οικος σου
15. εν δε τω αρξασθαι με λαλειν επεπεσεν το πνευμα το αγιον επ αυτους ωσπερ και εφ ημας εν αρχη
16. εμνησθην δε του ρηματος του κυριου ως ελεγεν ιωαννης μεν εβαπτισεν υδατι υμεις δε βαπτισθησεσθε εν πνευματι αγιω
17. ει ουν την ισην δωρεαν εδωκεν αυτοις ο θεος ως και ημιν πιστευσασιν επι τον κυριον ιησουν χριστον εγω τις ημην δυνατος κωλυσαι τον θεον
18. ακουσαντες δε ταυτα ησυχασαν και εδοξασαν τον θεον λεγοντες αρα και τοις εθνεσιν ο θεος την μετανοιαν εις ζωην εδωκεν
19. οι μεν ουν διασπαρεντες απο της θλιψεως της γενομενης επι στεφανω διηλθον εως φοινικης και κυπρου και αντιοχειας μηδενι λαλουντες τον λογον ει μη μονον ιουδαιοις
20. ησαν δε τινες εξ αυτων ανδρες κυπριοι και κυρηναιοι οιτινες ελθοντες εις αντιοχειαν ελαλουν και προς τους ελληνιστας ευαγγελιζομενοι τον κυριον ιησουν
21. και ην χειρ κυριου μετ αυτων πολυς τε αριθμος ο πιστευσας επεστρεψεν επι τον κυριον
22. ηκουσθη δε ο λογος εις τα ωτα της εκκλησιας της ουσης εν ιερουσαλημ περι αυτων και εξαπεστειλαν βαρναβαν [διελθειν] εως αντιοχειας
23. ος παραγενομενος και ιδων την χαριν [την] του θεου εχαρη και παρεκαλει παντας τη προθεσει της καρδιας προσμενειν τω κυριω
24. οτι ην ανηρ αγαθος και πληρης πνευματος αγιου και πιστεως και προσετεθη οχλος ικανος τω κυριω
25. εξηλθεν δε εις ταρσον αναζητησαι σαυλον
26. και ευρων ηγαγεν εις αντιοχειαν εγενετο δε αυτοις και ενιαυτον ολον συναχθηναι εν τη εκκλησια και διδαξαι οχλον ικανον χρηματισαι τε πρωτως εν αντιοχεια τους μαθητας χριστιανους
27. εν ταυταις δε ταις ημεραις κατηλθον απο ιεροσολυμων προφηται εις αντιοχειαν
28. αναστας δε εις εξ αυτων ονοματι αγαβος εσημανεν δια του πνευματος λιμον μεγαλην μελλειν εσεσθαι εφ ολην την οικουμενην ητις εγενετο επι κλαυδιου
29. των δε μαθητων καθως ευπορειτο τις ωρισαν εκαστος αυτων εις διακονιαν πεμψαι τοις κατοικουσιν εν τη ιουδαια αδελφοις
30. ο και εποιησαν αποστειλαντες προς τους πρεσβυτερους δια χειρος βαρναβα και σαυλου

Πραξεισ Αποστολωχ 12

1. κατ εκεινον δε τον καιρον επεβαλεν ηρωδης ο βασιλευς τας χειρας κακωσαι τινας των απο της εκκλησιας
2. ανειλεν δε ιακωβον τον αδελφον ιωαννου μαχαιρη
3. ιδων δε οτι αρεστον εστιν τοις ιουδαιοις προσεθετο συλλαβειν και πετρον ησαν δε [αι] ημεραι των αζυμων
4. ον και πιασας εθετο εις φυλακην παραδους τεσσαρσιν τετραδιοις στρατιωτων φυλασσειν αυτον βουλομενος μετα το πασχα αναγαγειν αυτον τω λαω
5. ο μεν ουν πετρος ετηρειτο εν τη φυλακη προσευχη δε ην εκτενως γινομενη υπο της εκκλησιας προς τον θεον περι αυτου
6. οτε δε ημελλεν προαγαγειν αυτον ο ηρωδης τη νυκτι εκεινη ην ο πετρος κοιμωμενος μεταξυ δυο στρατιωτων δεδεμενος αλυσεσιν δυσιν φυλακες τε προ της θυρας ετηρουν την φυλακην
7. και ιδου αγγελος κυριου επεστη και φως ελαμψεν εν τω οικηματι παταξας δε την πλευραν του πετρου ηγειρεν αυτον λεγων αναστα εν ταχει και εξεπεσαν αυτου αι αλυσεις εκ των χειρων
8. ειπεν δε ο αγγελος προς αυτον ζωσαι και υποδησαι τα σανδαλια σου εποιησεν δε ουτως και λεγει αυτω περιβαλου το ιματιον σου και ακολουθει μοι
9. και εξελθων ηκολουθει και ουκ ηδει οτι αληθες εστιν το γινομενον δια του αγγελου εδοκει δε οραμα βλεπειν
10. διελθοντες δε πρωτην φυλακην και δευτεραν ηλθαν επι την πυλην την σιδηραν την φερουσαν εις την πολιν ητις αυτοματη ηνοιγη αυτοις και εξελθοντες προηλθον ρυμην μιαν και ευθεως απεστη ο αγγελος απ αυτου
11. και ο πετρος εν εαυτω γενομενος ειπεν νυν οιδα αληθως οτι εξαπεστειλεν [ο] κυριος τον αγγελον αυτου και εξειλατο με εκ χειρος ηρωδου και πασης της προσδοκιας του λαου των ιουδαιων
12. συνιδων τε ηλθεν επι την οικιαν της μαριας της μητρος ιωαννου του επικαλουμενου μαρκου ου ησαν ικανοι συνηθροισμενοι και προσευχομενοι
13. κρουσαντος δε αυτου την θυραν του πυλωνος προσηλθεν παιδισκη υπακουσαι ονοματι ροδη
14. και επιγνουσα την φωνην του πετρου απο της χαρας ουκ ηνοιξεν τον πυλωνα εισδραμουσα δε απηγγειλεν εσταναι τον πετρον προ του πυλωνος
15. οι δε προς αυτην ειπαν μαινη η δε διισχυριζετο ουτως εχειν οι δε ελεγον ο αγγελος εστιν αυτου
16. ο δε πετρος επεμενεν κρουων ανοιξαντες δε ειδαν αυτον και εξεστησαν
17. κατασεισας δε αυτοις τη χειρι σιγαν διηγησατο [αυτοις] πως ο κυριος αυτον εξηγαγεν εκ της φυλακης ειπεν τε απαγγειλατε ιακωβω και τοις αδελφοις ταυτα και εξελθων επορευθη εις ετερον τοπον
18. γενομενης δε ημερας ην ταραχος ουκ ολιγος εν τοις στρατιωταις τι αρα ο πετρος εγενετο
19. ηρωδης δε επιζητησας αυτον και μη ευρων ανακρινας τους φυλακας εκελευσεν απαχθηναι και κατελθων απο της ιουδαιας εις καισαρειαν διετριβεν
20. ην δε θυμομαχων τυριοις και σιδωνιοις ομοθυμαδον δε παρησαν προς αυτον και πεισαντες βλαστον τον επι του κοιτωνος του βασιλεως ητουντο ειρηνην δια το τρεφεσθαι αυτων την χωραν απο της βασιλικης
21. τακτη δε ημερα ο ηρωδης ενδυσαμενος εσθητα βασιλικην [και] καθισας επι του βηματος εδημηγορει προς αυτους
22. ο δε δημος επεφωνει θεου φωνη και ουκ ανθρωπου
23. παραχρημα δε επαταξεν αυτον αγγελος κυριου ανθ ων ουκ εδωκεν την δοξαν τω θεω και γενομενος σκωληκοβρωτος εξεψυξεν
24. ο δε λογος του θεου ηυξανεν και επληθυνετο
25. βαρναβας δε και σαυλος υπεστρεψαν εις ιερουσαλημ πληρωσαντες την διακονιαν συμπαραλαβοντες ιωαννην τον επικληθεντα μαρκον

Πραξεισ Αποστολωχ 13

1. ησαν δε εν αντιοχεια κατα την ουσαν εκκλησιαν προφηται και διδασκαλοι ο τε βαρναβας και συμεων ο καλουμενος νιγερ και λουκιος ο κυρηναιος μαναην τε ηρωδου του τετρααρχου συντροφος και σαυλος
2. λειτουργουντων δε αυτων τω κυριω και νηστευοντων ειπεν το πνευμα το αγιον αφορισατε δη μοι τον βαρναβαν και σαυλον εις το εργον ο προσκεκλημαι αυτους
3. τοτε νηστευσαντες και προσευξαμενοι και επιθεντες τας χειρας αυτοις απελυσαν
4. αυτοι μεν ουν εκπεμφθεντες υπο του αγιου πνευματος κατηλθον εις σελευκειαν εκειθεν τε απεπλευσαν εις κυπρον
5. και γενομενοι εν σαλαμινι κατηγγελλον τον λογον του θεου εν ταις συναγωγαις των ιουδαιων ειχον δε και ιωαννην υπηρετην
6. διελθοντες δε ολην την νησον αχρι παφου ευρον ανδρα τινα μαγον ψευδοπροφητην ιουδαιον ω ονομα βαριησου
7. ος ην συν τω ανθυπατω σεργιω παυλω ανδρι συνετω ουτος προσκαλεσαμενος βαρναβαν και σαυλον επεζητησεν ακουσαι τον λογον του θεου
8. ανθιστατο δε αυτοις ελυμας ο μαγος ουτως γαρ μεθερμηνευεται το ονομα αυτου ζητων διαστρεψαι τον ανθυπατον απο της πιστεως
9. σαυλος δε ο και παυλος πλησθεις πνευματος αγιου ατενισας εις αυτον
10. ειπεν ω πληρης παντος δολου και πασης ραδιουργιας υιε διαβολου εχθρε πασης δικαιοσυνης ου παυση διαστρεφων τας οδους [του] κυριου τας ευθειας
11. και νυν ιδου χειρ κυριου επι σε και εση τυφλος μη βλεπων τον ηλιον αχρι καιρου παραχρημα τε επεσεν επ αυτον αχλυς και σκοτος και περιαγων εζητει χειραγωγους
12. τοτε ιδων ο ανθυπατος το γεγονος επιστευσεν εκπλησσομενος επι τη διδαχη του κυριου
13. αναχθεντες δε απο της παφου οι περι παυλον ηλθον εις περγην της παμφυλιας ιωαννης δε αποχωρησας απ αυτων υπεστρεψεν εις ιεροσολυμα
14. αυτοι δε διελθοντες απο της περγης παρεγενοντο εις αντιοχειαν την πισιδιαν και [εις]ελθοντες εις την συναγωγην τη ημερα των σαββατων εκαθισαν
15. μετα δε την αναγνωσιν του νομου και των προφητων απεστειλαν οι αρχισυναγωγοι προς αυτους λεγοντες ανδρες αδελφοι ει τις εστιν εν υμιν λογος παρακλησεως προς τον λαον λεγετε
16. αναστας δε παυλος και κατασεισας τη χειρι ειπεν ανδρες ισραηλιται και οι φοβουμενοι τον θεον ακουσατε
17. ο θεος του λαου τουτου ισραηλ εξελεξατο τους πατερας ημων και τον λαον υψωσεν εν τη παροικια εν γη αιγυπτου και μετα βραχιονος υψηλου εξηγαγεν αυτους εξ αυτης
18. και ως τεσσερακονταετη χρονον ετροποφορησεν αυτους εν τη ερημω
19. και καθελων εθνη επτα εν γη χανααν κατεκληρονομησεν την γην αυτων
20. ως ετεσιν τετρακοσιοις και πεντηκοντα και μετα ταυτα εδωκεν κριτας εως σαμουηλ [του] προφητου
21. κακειθεν ητησαντο βασιλεα και εδωκεν αυτοις ο θεος τον σαουλ υιον κις ανδρα εκ φυλης βενιαμιν ετη τεσσερακοντα
22. και μεταστησας αυτον ηγειρεν τον δαυιδ αυτοις εις βασιλεα ω και ειπεν μαρτυρησας ευρον δαυιδ τον του ιεσσαι ανδρα κατα την καρδιαν μου ος ποιησει παντα τα θεληματα μου
23. τουτου ο θεος απο του σπερματος κατ επαγγελιαν ηγαγεν τω ισραηλ σωτηρα ιησουν
24. προκηρυξαντος ιωαννου προ προσωπου της εισοδου αυτου βαπτισμα μετανοιας παντι τω λαω ισραηλ
25. ως δε επληρου ιωαννης τον δρομον ελεγεν τι εμε υπονοειτε ειναι ουκ ειμι εγω αλλ ιδου ερχεται μετ εμε ου ουκ ειμι αξιος το υποδημα των ποδων λυσαι
26. ανδρες αδελφοι υιοι γενους αβρααμ και οι εν υμιν φοβουμενοι τον θεον ημιν ο λογος της σωτηριας ταυτης εξαπεσταλη
27. οι γαρ κατοικουντες εν ιερουσαλημ και οι αρχοντες αυτων τουτον αγνοησαντες και τας φωνας των προφητων τας κατα παν σαββατον αναγινωσκομενας κριναντες επληρωσαν
28. και μηδεμιαν αιτιαν θανατου ευροντες ητησαντο πιλατον αναιρεθηναι αυτον
29. ως δε ετελεσαν παντα τα περι αυτου γεγραμμενα καθελοντες απο του ξυλου εθηκαν εις μνημειον
30. ο δε θεος ηγειρεν αυτον εκ νεκρων
31. ος ωφθη επι ημερας πλειους τοις συναναβασιν αυτω απο της γαλιλαιας εις ιερουσαλημ οιτινες [νυν] εισιν μαρτυρες αυτου προς τον λαον
32. και ημεις υμας ευαγγελιζομεθα την προς τους πατερας επαγγελιαν γενομενην
33. οτι ταυτην ο θεος εκπεπληρωκεν τοις τεκνοις [αυτων] ημιν αναστησας ιησουν ως και εν τω ψαλμω γεγραπται τω δευτερω υιος μου ει συ εγω σημερον γεγεννηκα σε
34. οτι δε ανεστησεν αυτον εκ νεκρων μηκετι μελλοντα υποστρεφειν εις διαφθοραν ουτως ειρηκεν οτι δωσω υμιν τα οσια δαυιδ τα πιστα
35. διοτι και εν ετερω λεγει ου δωσεις τον οσιον σου ιδειν διαφθοραν
36. δαυιδ μεν γαρ ιδια γενεα υπηρετησας τη του θεου βουλη εκοιμηθη και προσετεθη προς τους πατερας αυτου και ειδεν διαφθοραν
37. ον δε ο θεος ηγειρεν ουκ ειδεν διαφθοραν
38. γνωστον ουν εστω υμιν ανδρες αδελφοι οτι δια τουτου υμιν αφεσις αμαρτιων καταγγελλεται [και] απο παντων ων ουκ ηδυνηθητε εν νομω μωυσεως δικαιωθηναι
39. εν τουτω πας ο πιστευων δικαιουται
40. βλεπετε ουν μη επελθη το ειρημενον εν τοις προφηταις
41. ιδετε οι καταφρονηται και θαυμασατε και αφανισθητε οτι εργον εργαζομαι εγω εν ταις ημεραις υμων εργον ο ου μη πιστευσητε εαν τις εκδιηγηται υμιν
42. εξιοντων δε αυτων παρεκαλουν εις το μεταξυ σαββατον λαληθηναι αυτοις τα ρηματα ταυτα
43. λυθεισης δε της συναγωγης ηκολουθησαν πολλοι των ιουδαιων και των σεβομενων προσηλυτων τω παυλω και τω βαρναβα οιτινες προσλαλουντες αυτοις επειθον αυτους προσμενειν τη χαριτι του θεου
44. τω δε ερχομενω σαββατω σχεδον πασα η πολις συνηχθη ακουσαι τον λογον του κυριου
45. ιδοντες δε οι ιουδαιοι τους οχλους επλησθησαν ζηλου και αντελεγον τοις υπο παυλου λαλουμενοις βλασφημουντες
46. παρρησιασαμενοι τε ο παυλος και ο βαρναβας ειπαν υμιν ην αναγκαιον πρωτον λαληθηναι τον λογον του θεου επειδη απωθεισθε αυτον και ουκ αξιους κρινετε εαυτους της αιωνιου ζωης ιδου στρεφομεθα εις τα εθνη
47. ουτως γαρ εντεταλται ημιν ο κυριος τεθεικα σε εις φως εθνων του ειναι σε εις σωτηριαν εως εσχατου της γης
48. ακουοντα δε τα εθνη εχαιρον και εδοξαζον τον λογον του κυριου και επιστευσαν οσοι ησαν τεταγμενοι εις ζωην αιωνιον
49. διεφερετο δε ο λογος του κυριου δι ολης της χωρας
50. οι δε ιουδαιοι παρωτρυναν τας σεβομενας γυναικας τας ευσχημονας και τους πρωτους της πολεως και επηγειραν διωγμον επι τον παυλον και βαρναβαν και εξεβαλον αυτους απο των οριων αυτων
51. οι δε εκτιναξαμενοι τον κονιορτον των ποδων επ αυτους ηλθον εις ικονιον
52. οι τε μαθηται επληρουντο χαρας και πνευματος αγιου

Πραξεισ Αποστολωχ 14

1. εγενετο δε εν ικονιω κατα το αυτο εισελθειν αυτους εις την συναγωγην των ιουδαιων και λαλησαι ουτως ωστε πιστευσαι ιουδαιων τε και ελληνων πολυ πληθος
2. οι δε απειθησαντες ιουδαιοι επηγειραν και εκακωσαν τας ψυχας των εθνων κατα των αδελφων
3. ικανον μεν ουν χρονον διετριψαν παρρησιαζομενοι επι τω κυριω τω μαρτυρουντι [επι] τω λογω της χαριτος αυτου διδοντι σημεια και τερατα γινεσθαι δια των χειρων αυτων
4. εσχισθη δε το πληθος της πολεως και οι μεν ησαν συν τοις ιουδαιοις οι δε συν τοις αποστολοις
5. ως δε εγενετο ορμη των εθνων τε και ιουδαιων συν τοις αρχουσιν αυτων υβρισαι και λιθοβολησαι αυτους
6. συνιδοντες κατεφυγον εις τας πολεις της λυκαονιας λυστραν και δερβην και την περιχωρον
7. κακει ευαγγελιζομενοι ησαν
8. και τις ανηρ αδυνατος εν λυστροις τοις ποσιν εκαθητο χωλος εκ κοιλιας μητρος αυτου ος ουδεποτε περιεπατησεν
9. ουτος ηκουσεν του παυλου λαλουντος ος ατενισας αυτω και ιδων οτι εχει πιστιν του σωθηναι
10. ειπεν μεγαλη φωνη αναστηθι επι τους ποδας σου ορθος και ηλατο και περιεπατει
11. οι τε οχλοι ιδοντες ο εποιησεν παυλος επηραν την φωνην αυτων λυκαονιστι λεγοντες οι θεοι ομοιωθεντες ανθρωποις κατεβησαν προς ημας
12. εκαλουν τε τον βαρναβαν δια τον δε παυλον ερμην επειδη αυτος ην ο ηγουμενος του λογου
13. ο τε ιερευς του διος του οντος προ της πολεως ταυρους και στεμματα επι τους πυλωνας ενεγκας συν τοις οχλοις ηθελεν θυειν
14. ακουσαντες δε οι αποστολοι βαρναβας και παυλος διαρρηξαντες τα ιματια αυτων εξεπηδησαν εις τον οχλον κραζοντες
15. και λεγοντες ανδρες τι ταυτα ποιειτε και ημεις ομοιοπαθεις εσμεν υμιν ανθρωποι ευαγγελιζομενοι υμας απο τουτων των ματαιων επιστρεφειν επι θεον ζωντα ος εποιησεν τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοις
16. ος εν ταις παρωχημεναις γενεαις ειασεν παντα τα εθνη πορευεσθαι ταις οδοις αυτων
17. καιτοι ουκ αμαρτυρον αυτον αφηκεν αγαθουργων ουρανοθεν υμιν υετους διδους και καιρους καρποφορους εμπιπλων τροφης και ευφροσυνης τας καρδιας υμων
18. και ταυτα λεγοντες μολις κατεπαυσαν τους οχλους του μη θυειν αυτοις
19. επηλθαν δε απο αντιοχειας και ικονιου ιουδαιοι και πεισαντες τους οχλους και λιθασαντες τον παυλον εσυρον εξω της πολεως νομιζοντες αυτον τεθνηκεναι
20. κυκλωσαντων δε των μαθητων αυτον αναστας εισηλθεν εις την πολιν και τη επαυριον εξηλθεν συν τω βαρναβα εις δερβην
21. ευαγγελισαμενοι τε την πολιν εκεινην και μαθητευσαντες ικανους υπεστρεψαν εις την λυστραν και εις ικονιον και εις αντιοχειαν
22. επιστηριζοντες τας ψυχας των μαθητων παρακαλουντες εμμενειν τη πιστει και οτι δια πολλων θλιψεων δει ημας εισελθειν εις την βασιλειαν του θεου
23. χειροτονησαντες δε αυτοις κατ εκκλησιαν πρεσβυτερους προσευξαμενοι μετα νηστειων παρεθεντο αυτους τω κυριω εις ον πεπιστευκεισαν
24. και διελθοντες την πισιδιαν ηλθον εις την παμφυλιαν
25. και λαλησαντες εν περγη τον λογον κατεβησαν εις ατταλειαν
26. κακειθεν απεπλευσαν εις αντιοχειαν οθεν ησαν παραδεδομενοι τη χαριτι του θεου εις το εργον ο επληρωσαν
27. παραγενομενοι δε και συναγαγοντες την εκκλησιαν ανηγγελλον οσα εποιησεν ο θεος μετ αυτων και οτι ηνοιξεν τοις εθνεσιν θυραν πιστεως
28. διετριβον δε χρονον ουκ ολιγον συν τοις μαθηταις

Πραξεισ Αποστολωχ 15

1. και τινες κατελθοντες απο της ιουδαιας εδιδασκον τους αδελφους οτι εαν μη περιτμηθητε τω εθει τω μωυσεως ου δυνασθε σωθηναι
2. γενομενης δε στασεως και ζητησεως ουκ ολιγης τω παυλω και τω βαρναβα προς αυτους εταξαν αναβαινειν παυλον και βαρναβαν και τινας αλλους εξ αυτων προς τους αποστολους και πρεσβυτερους εις ιερουσαλημ περι του ζητηματος τουτου
3. οι μεν ουν προπεμφθεντες υπο της εκκλησιας διηρχοντο την τε φοινικην και σαμαρειαν εκδιηγουμενοι την επιστροφην των εθνων και εποιουν χαραν μεγαλην πασιν τοις αδελφοις
4. παραγενομενοι δε εις ιερουσαλημ παρεδεχθησαν απο της εκκλησιας και των αποστολων και των πρεσβυτερων ανηγγειλαν τε οσα ο θεος εποιησεν μετ αυτων
5. εξανεστησαν δε τινες των απο της αιρεσεως των φαρισαιων πεπιστευκοτες λεγοντες οτι δει περιτεμνειν αυτους παραγγελλειν τε τηρειν τον νομον μωυσεως
6. συνηχθησαν τε οι αποστολοι και οι πρεσβυτεροι ιδειν περι του λογου τουτου
7. πολλης δε ζητησεως γενομενης αναστας πετρος ειπεν προς αυτους ανδρες αδελφοι υμεις επιστασθε οτι αφ ημερων αρχαιων εν υμιν εξελεξατο ο θεος δια του στοματος μου ακουσαι τα εθνη τον λογον του ευαγγελιου και πιστευσαι
8. και ο καρδιογνωστης θεος εμαρτυρησεν αυτοις δους το πνευμα το αγιον καθως και ημιν
9. και ουθεν διεκρινεν μεταξυ ημων τε και αυτων τη πιστει καθαρισας τας καρδιας αυτων
10. νυν ουν τι πειραζετε τον θεον επιθειναι ζυγον επι τον τραχηλον των μαθητων ον ουτε οι πατερες ημων ουτε ημεις ισχυσαμεν βαστασαι
11. αλλα δια της χαριτος του κυριου ιησου πιστευομεν σωθηναι καθ ον τροπον κακεινοι
12. εσιγησεν δε παν το πληθος και ηκουον βαρναβα και παυλου εξηγουμενων οσα εποιησεν ο θεος σημεια και τερατα εν τοις εθνεσιν δι αυτων
13. μετα δε το σιγησαι αυτους απεκριθη ιακωβος λεγων ανδρες αδελφοι ακουσατε μου
14. συμεων εξηγησατο καθως πρωτον ο θεος επεσκεψατο λαβειν εξ εθνων λαον τω ονοματι αυτου
15. και τουτω συμφωνουσιν οι λογοι των προφητων καθως γεγραπται
16. μετα ταυτα αναστρεψω και ανοικοδομησω την σκηνην δαυιδ την πεπτωκυιαν και τα κατεσκαμμενα αυτης ανοικοδομησω και ανορθωσω αυτην
17. οπως αν εκζητησωσιν οι καταλοιποι των ανθρωπων τον κυριον και παντα τα εθνη εφ ους επικεκληται το ονομα μου επ αυτους λεγει κυριος ποιων ταυτα
18. γνωστα απ αιωνος
19. διο εγω κρινω μη παρενοχλειν τοις απο των εθνων επιστρεφουσιν επι τον θεον
20. αλλα επιστειλαι αυτοις του απεχεσθαι των αλισγηματων των ειδωλων και της πορνειας και του πνικτου και του αιματος
21. μωυσης γαρ εκ γενεων αρχαιων κατα πολιν τους κηρυσσοντας αυτον εχει εν ταις συναγωγαις κατα παν σαββατον αναγινωσκομενος
22. τοτε εδοξε τοις αποστολοις και τοις πρεσβυτεροις συν ολη τη εκκλησια εκλεξαμενους ανδρας εξ αυτων πεμψαι εις αντιοχειαν συν τω παυλω και βαρναβα ιουδαν τον καλουμενον βαρσαββαν και σιλαν ανδρας ηγουμενους εν τοις αδελφοις
23. γραψαντες δια χειρος αυτων οι αποστολοι και οι πρεσβυτεροι αδελφοι τοις κατα την αντιοχειαν και συριαν και κιλικιαν αδελφοις τοις εξ εθνων χαιρειν
24. επειδη ηκουσαμεν οτι τινες εξ ημων [εξελθοντες] εταραξαν υμας λογοις ανασκευαζοντες τας ψυχας υμων οις ου διεστειλαμεθα
25. εδοξεν ημιν γενομενοις ομοθυμαδον εκλεξαμενοις ανδρας πεμψαι προς υμας συν τοις αγαπητοις ημων βαρναβα και παυλω
26. ανθρωποις παραδεδωκοσι τας ψυχας αυτων υπερ του ονοματος του κυριου ημων ιησου χριστου
27. απεσταλκαμεν ουν ιουδαν και σιλαν και αυτους δια λογου απαγγελλοντας τα αυτα
28. εδοξεν γαρ τω πνευματι τω αγιω και ημιν μηδεν πλεον επιτιθεσθαι υμιν βαρος πλην τουτων των επαναγκες
29. απεχεσθαι ειδωλοθυτων και αιματος και πνικτων και πορνειας εξ ων διατηρουντες εαυτους ευ πραξετε ερρωσθε
30. οι μεν ουν απολυθεντες κατηλθον εις αντιοχειαν και συναγαγοντες το πληθος επεδωκαν την επιστολην
31. αναγνοντες δε εχαρησαν επι τη παρακλησει
32. ιουδας τε και σιλας και αυτοι προφηται οντες δια λογου πολλου παρεκαλεσαν τους αδελφους και επεστηριξαν
33. ποιησαντες δε χρονον απελυθησαν μετ ειρηνης απο των αδελφων προς τους αποστειλαντας αυτους
34.
35. παυλος δε και βαρναβας διετριβον εν αντιοχεια διδασκοντες και ευαγγελιζομενοι μετα και ετερων πολλων τον λογον του κυριου
36. μετα δε τινας ημερας ειπεν προς βαρναβαν παυλος επιστρεψαντες δη επισκεψωμεθα τους αδελφους κατα πολιν πασαν εν αις κατηγγειλαμεν τον λογον του κυριου πως εχουσιν
37. βαρναβας δε εβουλετο συμπαραλαβειν και τον ιωαννην τον καλουμενον μαρκον
38. παυλος δε ηξιου τον αποσταντα απ αυτων απο παμφυλιας και μη συνελθοντα αυτοις εις το εργον μη συμπαραλαμβανειν τουτον
39. εγενετο δε παροξυσμος ωστε αποχωρισθηναι αυτους απ αλληλων τον τε βαρναβαν παραλαβοντα τον μαρκον εκπλευσαι εις κυπρον
40. παυλος δε επιλεξαμενος σιλαν εξηλθεν παραδοθεις τη χαριτι του κυριου υπο των αδελφων
41. διηρχετο δε την συριαν και [την] κιλικιαν επιστηριζων τας εκκλησιας

Πραξεισ Αποστολωχ 16

1. κατηντησεν δε [και] εις δερβην και εις λυστραν και ιδου μαθητης τις ην εκει ονοματι τιμοθεος υιος γυναικος ιουδαιας πιστης πατρος δε ελληνος
2. ος εμαρτυρειτο υπο των εν λυστροις και ικονιω αδελφων
3. τουτον ηθελησεν ο παυλος συν αυτω εξελθειν και λαβων περιετεμεν αυτον δια τους ιουδαιους τους οντας εν τοις τοποις εκεινοις ηδεισαν γαρ απαντες οτι ελλην ο πατηρ αυτου υπηρχεν
4. ως δε διεπορευοντο τας πολεις παρεδιδοσαν αυτοις φυλασσειν τα δογματα τα κεκριμενα υπο των αποστολων και πρεσβυτερων των εν ιεροσολυμοις
5. αι μεν ουν εκκλησιαι εστερεουντο τη πιστει και επερισσευον τω αριθμω καθ ημεραν
6. διηλθον δε την φρυγιαν και γαλατικην χωραν κωλυθεντες υπο του αγιου πνευματος λαλησαι τον λογον εν τη ασια
7. ελθοντες δε κατα την μυσιαν επειραζον εις την βιθυνιαν πορευθηναι και ουκ ειασεν αυτους το πνευμα ιησου
8. παρελθοντες δε την μυσιαν κατεβησαν εις τρωαδα
9. και οραμα δια [της] νυκτος τω παυλω ωφθη ανηρ μακεδων τις ην εστως και παρακαλων αυτον και λεγων διαβας εις μακεδονιαν βοηθησον ημιν
10. ως δε το οραμα ειδεν ευθεως εζητησαμεν εξελθειν εις μακεδονιαν συμβιβαζοντες οτι προσκεκληται ημας ο θεος ευαγγελισασθαι αυτους
11. αναχθεντες δε απο τρωαδος ευθυδρομησαμεν εις σαμοθρακην τη δε επιουση εις νεαν πολιν
12. κακειθεν εις φιλιππους ητις εστιν πρωτη[ς] μεριδος της μακεδονιας πολις κολωνια ημεν δε εν ταυτη τη πολει διατριβοντες ημερας τινας
13. τη τε ημερα των σαββατων εξηλθομεν εξω της πυλης παρα ποταμον ου ενομιζομεν προσευχην ειναι και καθισαντες ελαλουμεν ταις συνελθουσαις γυναιξιν
14. και τις γυνη ονοματι λυδια πορφυροπωλις πολεως θυατειρων σεβομενη τον θεον ηκουεν ης ο κυριος διηνοιξεν την καρδιαν προσεχειν τοις λαλουμενοις υπο του παυλου
15. ως δε εβαπτισθη και ο οικος αυτης παρεκαλεσεν λεγουσα ει κεκρικατε με πιστην τω κυριω ειναι εισελθοντες εις τον οικον μου μενετε και παρεβιασατο ημας
16. εγενετο δε πορευομενων ημων εις την προσευχην παιδισκην τινα εχουσαν πνευμα πυθωνα υπαντησαι ημιν ητις εργασιαν πολλην παρειχεν τοις κυριοις αυτης μαντευομενη
17. αυτη κατακολουθουσα τω παυλω και ημιν εκραζεν λεγουσα ουτοι οι ανθρωποι δουλοι του θεου του υψιστου εισιν οιτινες καταγγελλουσιν υμιν οδον σωτηριας
18. τουτο δε εποιει επι πολλας ημερας διαπονηθεις δε παυλος και επιστρεψας τω πνευματι ειπεν παραγγελλω σοι εν ονοματι ιησου χριστου εξελθειν απ αυτης και εξηλθεν αυτη τη ωρα
19. ιδοντες δε οι κυριοι αυτης οτι εξηλθεν η ελπις της εργασιας αυτων επιλαβομενοι τον παυλον και τον σιλαν ειλκυσαν εις την αγοραν επι τους αρχοντας
20. και προσαγαγοντες αυτους τοις στρατηγοις ειπαν ουτοι οι ανθρωποι εκταρασσουσιν ημων την πολιν ιουδαιοι υπαρχοντες
21. και καταγγελλουσιν εθη α ουκ εξεστιν ημιν παραδεχεσθαι ουδε ποιειν ρωμαιοις ουσιν
22. και συνεπεστη ο οχλος κατ αυτων και οι στρατηγοι περιρηξαντες αυτων τα ιματια εκελευον ραβδιζειν
23. πολλας τε επιθεντες αυτοις πληγας εβαλον εις φυλακην παραγγειλαντες τω δεσμοφυλακι ασφαλως τηρειν αυτους
24. ος παραγγελιαν τοιαυτην λαβων εβαλεν αυτους εις την εσωτεραν φυλακην και τους ποδας ησφαλισατο αυτων εις το ξυλον
25. κατα δε το μεσονυκτιον παυλος και σιλας προσευχομενοι υμνουν τον θεον επηκροωντο δε αυτων οι δεσμιοι
26. αφνω δε σεισμος εγενετο μεγας ωστε σαλευθηναι τα θεμελια του δεσμωτηριου ηνεωχθησαν δε παραχρημα αι θυραι πασαι και παντων τα δεσμα ανεθη
27. εξυπνος δε γενομενος ο δεσμοφυλαξ και ιδων ανεωγμενας τας θυρας της φυλακης σπασαμενος [την] μαχαιραν ημελλεν εαυτον αναιρειν νομιζων εκπεφευγεναι τους δεσμιους
28. εφωνησεν δε μεγαλη φωνη [ο] παυλος λεγων μηδεν πραξης σεαυτω κακον απαντες γαρ εσμεν ενθαδε
29. αιτησας δε φωτα εισεπηδησεν και εντρομος γενομενος προσεπεσεν τω παυλω και [τω] σιλα
30. και προαγαγων αυτους εξω εφη κυριοι τι με δει ποιειν ινα σωθω
31. οι δε ειπαν πιστευσον επι τον κυριον ιησουν και σωθηση συ και ο οικος σου
32. και ελαλησαν αυτω τον λογον του κυριου συν πασιν τοις εν τη οικια αυτου
33. και παραλαβων αυτους εν εκεινη τη ωρα της νυκτος ελουσεν απο των πληγων και εβαπτισθη αυτος και οι αυτου παντες παραχρημα
34. αναγαγων τε αυτους εις τον οικον παρεθηκεν τραπεζαν και ηγαλλιασατο πανοικει πεπιστευκως τω θεω
35. ημερας δε γενομενης απεστειλαν οι στρατηγοι τους ραβδουχους λεγοντες απολυσον τους ανθρωπους εκεινους
36. απηγγειλεν δε ο δεσμοφυλαξ τους λογους [τουτους] προς τον παυλον οτι απεσταλκαν οι στρατηγοι ινα απολυθητε νυν ουν εξελθοντες πορευεσθε εν ειρηνη
37. ο δε παυλος εφη προς αυτους δειραντες ημας δημοσια ακατακριτους ανθρωπους ρωμαιους υπαρχοντας εβαλαν εις φυλακην και νυν λαθρα ημας εκβαλλουσιν ου γαρ αλλα ελθοντες αυτοι ημας εξαγαγετωσαν
38. απηγγειλαν δε τοις στρατηγοις οι ραβδουχοι τα ρηματα ταυτα εφοβηθησαν δε ακουσαντες οτι ρωμαιοι εισιν
39. και ελθοντες παρεκαλεσαν αυτους και εξαγαγοντες ηρωτων απελθειν απο της πολεως
40. εξελθοντες δε απο της φυλακης εισηλθον προς την λυδιαν και ιδοντες παρεκαλεσαν τους αδελφους και εξηλθαν

Πραξεισ Αποστολωχ 17

1. διοδευσαντες δε την αμφιπολιν και την απολλωνιαν ηλθον εις θεσσαλονικην οπου ην συναγωγη των ιουδαιων
2. κατα δε το ειωθος τω παυλω εισηλθεν προς αυτους και επι σαββατα τρια διελεξατο αυτοις απο των γραφων
3. διανοιγων και παρατιθεμενος οτι τον χριστον εδει παθειν και αναστηναι εκ νεκρων και οτι ουτος εστιν ο χριστος [ο] ιησους ον εγω καταγγελλω υμιν
4. και τινες εξ αυτων επεισθησαν και προσεκληρωθησαν τω παυλω και τω σιλα των τε σεβομενων ελληνων πληθος πολυ γυναικων τε των πρωτων ουκ ολιγαι
5. ζηλωσαντες δε οι ιουδαιοι και προσλαβομενοι των αγοραιων ανδρας τινας πονηρους και οχλοποιησαντες εθορυβουν την πολιν και επισταντες τη οικια ιασονος εζητουν αυτους προαγαγειν εις τον δημον
6. μη ευροντες δε αυτους εσυρον ιασονα και τινας αδελφους επι τους πολιταρχας βοωντες οτι οι την οικουμενην αναστατωσαντες ουτοι και ενθαδε παρεισιν
7. ους υποδεδεκται ιασων και ουτοι παντες απεναντι των δογματων καισαρος πρασσουσι βασιλεα ετερον λεγοντες ειναι ιησουν
8. εταραξαν δε τον οχλον και τους πολιταρχας ακουοντας ταυτα
9. και λαβοντες το ικανον παρα του ιασονος και των λοιπων απελυσαν αυτους
10. οι δε αδελφοι ευθεως δια νυκτος εξεπεμψαν τον τε παυλον και τον σιλαν εις βεροιαν οιτινες παραγενομενοι εις την συναγωγην των ιουδαιων απηεσαν
11. ουτοι δε ησαν ευγενεστεροι των εν θεσσαλονικη οιτινες εδεξαντο τον λογον μετα πασης προθυμιας καθ ημεραν ανακρινοντες τας γραφας ει εχοι ταυτα ουτως
12. πολλοι μεν ουν εξ αυτων επιστευσαν και των ελληνιδων γυναικων των ευσχημονων και ανδρων ουκ ολιγοι
13. ως δε εγνωσαν οι απο της θεσσαλονικης ιουδαιοι οτι και εν τη βεροια κατηγγελη υπο του παυλου ο λογος του θεου ηλθον κακει σαλευοντες και ταρασσοντες τους οχλους
14. ευθεως δε τοτε τον παυλον εξαπεστειλαν οι αδελφοι πορευεσθαι εως επι την θαλασσαν υπεμειναν τε ο τε σιλας και ο τιμοθεος εκει
15. οι δε καθιστανοντες τον παυλον ηγαγον εως αθηνων και λαβοντες εντολην προς τον σιλαν και τον τιμοθεον ινα ως ταχιστα ελθωσιν προς αυτον εξηεσαν
16. εν δε ταις αθηναις εκδεχομενου αυτους του παυλου παρωξυνετο το πνευμα αυτου εν αυτω θεωρουντος κατειδωλον ουσαν την πολιν
17. διελεγετο μεν ουν εν τη συναγωγη τοις ιουδαιοις και τοις σεβομενοις και εν τη αγορα κατα πασαν ημεραν προς τους παρατυγχανοντας
18. τινες δε και των επικουρειων και στοικων φιλοσοφων συνεβαλλον αυτω και τινες ελεγον τι αν θελοι ο σπερμολογος ουτος λεγειν οι δε ξενων δαιμονιων δοκει καταγγελευς ειναι οτι τον ιησουν και την αναστασιν ευηγγελιζετο
19. επιλαβομενοι τε αυτου επι τον αρειον παγον ηγαγον λεγοντες δυναμεθα γνωναι τις η καινη αυτη η υπο σου λαλουμενη διδαχη
20. ξενιζοντα γαρ τινα εισφερεις εις τας ακοας ημων βουλομεθα ουν γνωναι τινα θελει ταυτα ειναι
21. αθηναιοι δε παντες και οι επιδημουντες ξενοι εις ουδεν ετερον ηυκαιρουν η λεγειν τι η ακουειν τι καινοτερον
22. σταθεις δε [ο] παυλος εν μεσω του αρειου παγου εφη ανδρες αθηναιοι κατα παντα ως δεισιδαιμονεστερους υμας θεωρω
23. διερχομενος γαρ και αναθεωρων τα σεβασματα υμων ευρον και βωμον εν ω επεγεγραπτο αγνωστω θεω ο ουν αγνοουντες ευσεβειτε τουτο εγω καταγγελλω υμιν
24. ο θεος ο ποιησας τον κοσμον και παντα τα εν αυτω ουτος ουρανου και γης υπαρχων κυριος ουκ εν χειροποιητοις ναοις κατοικει
25. ουδε υπο χειρων ανθρωπινων θεραπευεται προσδεομενος τινος αυτος διδους πασι ζωην και πνοην και τα παντα
26. εποιησεν τε εξ ενος παν εθνος ανθρωπων κατοικειν επι παντος προσωπου της γης ορισας προστεταγμενους καιρους και τας οροθεσιας της κατοικιας αυτων
27. ζητειν τον θεον ει αρα γε ψηλαφησειαν αυτον και ευροιεν και γε ου μακραν απο ενος εκαστου ημων υπαρχοντα
28. εν αυτω γαρ ζωμεν και κινουμεθα και εσμεν ως και τινες των καθ υμας ποιητων ειρηκασιν του γαρ και γενος εσμεν
29. γενος ουν υπαρχοντες του θεου ουκ οφειλομεν νομιζειν χρυσω η αργυρω η λιθω χαραγματι τεχνης και ενθυμησεως ανθρωπου το θειον ειναι ομοιον
30. τους μεν ουν χρονους της αγνοιας υπεριδων ο θεος τα νυν παραγγελλει τοις ανθρωποις παντας πανταχου μετανοειν
31. καθοτι εστησεν ημεραν εν η μελλει κρινειν την οικουμενην εν δικαιοσυνη εν ανδρι ω ωρισεν πιστιν παρασχων πασιν αναστησας αυτον εκ νεκρων
32. ακουσαντες δε αναστασιν νεκρων οι μεν εχλευαζον οι δε ειπαν ακουσομεθα σου περι τουτου και παλιν
33. ουτως ο παυλος εξηλθεν εκ μεσου αυτων
34. τινες δε ανδρες κολληθεντες αυτω επιστευσαν εν οις και διονυσιος ο αρεοπαγιτης και γυνη ονοματι δαμαρις και ετεροι συν αυτοις

Πραξεισ Αποστολωχ 18

1. μετα ταυτα χωρισθεις εκ των αθηνων ηλθεν εις κορινθον
2. και ευρων τινα ιουδαιον ονοματι ακυλαν ποντικον τω γενει προσφατως εληλυθοτα απο της ιταλιας και πρισκιλλαν γυναικα αυτου δια το διατεταχεναι κλαυδιον χωριζεσθαι παντας τους ιουδαιους απο της ρωμης προσηλθεν αυτοις
3. και δια το ομοτεχνον ειναι εμενεν παρ αυτοις και ηργαζετο ησαν γαρ σκηνοποιοι τη τεχνη
4. διελεγετο δε εν τη συναγωγη κατα παν σαββατον επειθεν τε ιουδαιους και ελληνας
5. ως δε κατηλθον απο της μακεδονιας ο τε σιλας και ο τιμοθεος συνειχετο τω λογω ο παυλος διαμαρτυρομενος τοις ιουδαιοις ειναι τον χριστον ιησουν
6. αντιτασσομενων δε αυτων και βλασφημουντων εκτιναξαμενος τα ιματια ειπεν προς αυτους το αιμα υμων επι την κεφαλην υμων καθαρος εγω απο του νυν εις τα εθνη πορευσομαι
7. και μεταβας εκειθεν εισηλθεν εις οικιαν τινος ονοματι τιτιου ιουστου σεβομενου τον θεον ου η οικια ην συνομορουσα τη συναγωγη
8. κρισπος δε ο αρχισυναγωγος επιστευσεν τω κυριω συν ολω τω οικω αυτου και πολλοι των κορινθιων ακουοντες επιστευον και εβαπτιζοντο
9. ειπεν δε ο κυριος εν νυκτι δι οραματος τω παυλω μη φοβου αλλα λαλει και μη σιωπησης
10. διοτι εγω ειμι μετα σου και ουδεις επιθησεται σοι του κακωσαι σε διοτι λαος εστι μοι πολυς εν τη πολει ταυτη
11. εκαθισεν δε ενιαυτον και μηνας εξ διδασκων εν αυτοις τον λογον του θεου
12. γαλλιωνος δε ανθυπατου οντος της αχαιας κατεπεστησαν ομοθυμαδον οι ιουδαιοι τω παυλω και ηγαγον αυτον επι το βημα
13. λεγοντες οτι παρα τον νομον αναπειθει ουτος τους ανθρωπους σεβεσθαι τον θεον
14. μελλοντος δε του παυλου ανοιγειν το στομα ειπεν ο γαλλιων προς τους ιουδαιους ει μεν ην αδικημα τι η ραδιουργημα πονηρον ω ιουδαιοι κατα λογον αν ανεσχομην υμων
15. ει δε ζητηματα εστιν περι λογου και ονοματων και νομου του καθ υμας οψεσθε αυτοι κριτης εγω τουτων ου βουλομαι ειναι
16. και απηλασεν αυτους απο του βηματος
17. επιλαβομενοι δε παντες σωσθενην τον αρχισυναγωγον ετυπτον εμπροσθεν του βηματος και ουδεν τουτων τω γαλλιωνι εμελεν
18. ο δε παυλος ετι προσμεινας ημερας ικανας τοις αδελφοις αποταξαμενος εξεπλει εις την συριαν και συν αυτω πρισκιλλα και ακυλας κειραμενος εν κεγχρεαις την κεφαλην ειχεν γαρ ευχην
19. κατηντησαν δε εις εφεσον κακεινους κατελιπεν αυτου αυτος δε εισελθων εις την συναγωγην διελεξατο τοις ιουδαιοις
20. ερωτωντων δε αυτων επι πλειονα χρονον μειναι ουκ επενευσεν
21. αλλα αποταξαμενος και ειπων παλιν ανακαμψω προς υμας του θεου θελοντος ανηχθη απο της εφεσου
22. και κατελθων εις καισαρειαν αναβας και ασπασαμενος την εκκλησιαν κατεβη εις αντιοχειαν
23. και ποιησας χρονον τινα εξηλθεν διερχομενος καθεξης την γαλατικην χωραν και φρυγιαν επιστηριζων παντας τους μαθητας
24. ιουδαιος δε τις απολλως ονοματι αλεξανδρευς τω γενει ανηρ λογιος κατηντησεν εις εφεσον δυνατος ων εν ταις γραφαις
25. ουτος ην κατηχημενος την οδον του κυριου και ζεων τω πνευματι ελαλει και εδιδασκεν ακριβως τα περι του ιησου επισταμενος μονον το βαπτισμα ιωαννου
26. ουτος τε ηρξατο παρρησιαζεσθαι εν τη συναγωγη ακουσαντες δε αυτου πρισκιλλα και ακυλας προσελαβοντο αυτον και ακριβεστερον αυτω εξεθεντο την οδον [του θεου]
27. βουλομενου δε αυτου διελθειν εις την αχαιαν προτρεψαμενοι οι αδελφοι εγραψαν τοις μαθηταις αποδεξασθαι αυτον ος παραγενομενος συνεβαλετο πολυ τοις πεπιστευκοσιν δια της χαριτος
28. ευτονως γαρ τοις ιουδαιοις διακατηλεγχετο δημοσια επιδεικνυς δια των γραφων ειναι τον χριστον ιησουν

Πραξεισ Αποστολωχ 19

1. εγενετο δε εν τω τον απολλω ειναι εν κορινθω παυλον διελθοντα τα ανωτερικα μερη [κατ]ελθειν εις εφεσον και ευρειν τινας μαθητας
2. ειπεν τε προς αυτους ει πνευμα αγιον ελαβετε πιστευσαντες οι δε προς αυτον αλλ ουδ ει πνευμα αγιον εστιν ηκουσαμεν
3. ειπεν τε εις τι ουν εβαπτισθητε οι δε ειπαν εις το ιωαννου βαπτισμα
4. ειπεν δε παυλος ιωαννης εβαπτισεν βαπτισμα μετανοιας τω λαω λεγων εις τον ερχομενον μετ αυτον ινα πιστευσωσιν τουτ εστιν εις τον ιησουν
5. ακουσαντες δε εβαπτισθησαν εις το ονομα του κυριου ιησου
6. και επιθεντος αυτοις του παυλου [τας] χειρας ηλθε το πνευμα το αγιον επ αυτους ελαλουν τε γλωσσαις και επροφητευον
7. ησαν δε οι παντες ανδρες ωσει δωδεκα
8. εισελθων δε εις την συναγωγην επαρρησιαζετο επι μηνας τρεις διαλεγομενος και πειθων [τα] περι της βασιλειας του θεου
9. ως δε τινες εσκληρυνοντο και ηπειθουν κακολογουντες την οδον ενωπιον του πληθους αποστας απ αυτων αφωρισεν τους μαθητας καθ ημεραν διαλεγομενος εν τη σχολη τυραννου
10. τουτο δε εγενετο επι ετη δυο ωστε παντας τους κατοικουντας την ασιαν ακουσαι τον λογον του κυριου ιουδαιους τε και ελληνας
11. δυναμεις τε ου τας τυχουσας ο θεος εποιει δια των χειρων παυλου
12. ωστε και επι τους ασθενουντας αποφερεσθαι απο του χρωτος αυτου σουδαρια η σιμικινθια και απαλλασσεσθαι απ αυτων τας νοσους τα τε πνευματα τα πονηρα εκπορευεσθαι
13. επεχειρησαν δε τινες και των περιερχομενων ιουδαιων εξορκιστων ονομαζειν επι τους εχοντας τα πνευματα τα πονηρα το ονομα του κυριου ιησου λεγοντες ορκιζω υμας τον ιησουν ον παυλος κηρυσσει
14. ησαν δε τινος σκευα ιουδαιου αρχιερεως επτα υιοι τουτο ποιουντες
15. αποκριθεν δε το πνευμα το πονηρον ειπεν αυτοις τον [μεν] ιησουν γινωσκω και τον παυλον επισταμαι υμεις δε τινες εστε
16. και εφαλομενος ο ανθρωπος επ αυτους εν ω ην το πνευμα το πονηρον κατακυριευσας αμφοτερων ισχυσεν κατ αυτων ωστε γυμνους και τετραυματισμενους εκφυγειν εκ του οικου εκεινου
17. τουτο δε εγενετο γνωστον πασιν ιουδαιοις τε και ελλησιν τοις κατοικουσιν την εφεσον και επεπεσεν φοβος επι παντας αυτους και εμεγαλυνετο το ονομα του κυριου ιησου
18. πολλοι τε των πεπιστευκοτων ηρχοντο εξομολογουμενοι και αναγγελλοντες τας πραξεις αυτων
19. ικανοι δε των τα περιεργα πραξαντων συνενεγκαντες τας βιβλους κατεκαιον ενωπιον παντων και συνεψηφισαν τας τιμας αυτων και ευρον αργυριου μυριαδας πεντε
20. ουτως κατα κρατος του κυριου ο λογος ηυξανεν και ισχυεν
21. ως δε επληρωθη ταυτα εθετο ο παυλος εν τω πνευματι διελθων την μακεδονιαν και αχαιαν πορευεσθαι εις ιεροσολυμα ειπων οτι μετα το γενεσθαι με εκει δει με και ρωμην ιδειν
22. αποστειλας δε εις την μακεδονιαν δυο των διακονουντων αυτω τιμοθεον και εραστον αυτος επεσχεν χρονον εις την ασιαν
23. εγενετο δε κατα τον καιρον εκεινον ταραχος ουκ ολιγος περι της οδου
24. δημητριος γαρ τις ονοματι αργυροκοπος ποιων ναους αργυρους αρτεμιδος παρειχετο τοις τεχνιταις ουκ ολιγην εργασιαν
25. ους συναθροισας και τους περι τα τοιαυτα εργατας ειπεν ανδρες επιστασθε οτι εκ ταυτης της εργασιας η ευπορια ημιν εστιν
26. και θεωρειτε και ακουετε οτι ου μονον εφεσου αλλα σχεδον πασης της ασιας ο παυλος ουτος πεισας μετεστησεν ικανον οχλον λεγων οτι ουκ εισιν θεοι οι δια χειρων γινομενοι
27. ου μονον δε τουτο κινδυνευει ημιν το μερος εις απελεγμον ελθειν αλλα και το της μεγαλης θεας αρτεμιδος ιερον εις ουθεν λογισθηναι μελλειν τε και καθαιρεισθαι της μεγαλειοτητος αυτης ην ολη η ασια και η οικουμενη σεβεται
28. ακουσαντες δε και γενομενοι πληρεις θυμου εκραζον λεγοντες μεγαλη η αρτεμις εφεσιων
29. και επλησθη η πολις της συγχυσεως ωρμησαν τε ομοθυμαδον εις το θεατρον συναρπασαντες γαιον και αρισταρχον μακεδονας συνεκδημους παυλου
30. παυλου δε βουλομενου εισελθειν εις τον δημον ουκ ειων αυτον οι μαθηται
31. τινες δε και των ασιαρχων οντες αυτω φιλοι πεμψαντες προς αυτον παρεκαλουν μη δουναι εαυτον εις το θεατρον
32. αλλοι μεν ουν αλλο τι εκραζον ην γαρ η εκκλησια συγκεχυμενη και οι πλειους ουκ ηδεισαν τινος ενεκα συνεληλυθεισαν
33. εκ δε του οχλου συνεβιβασαν αλεξανδρον προβαλοντων αυτον των ιουδαιων ο δε αλεξανδρος κατασεισας την χειρα ηθελεν απολογεισθαι τω δημω
34. επιγνοντες δε οτι ιουδαιος εστιν φωνη εγενετο μια εκ παντων ως επι ωρας δυο κραζοντων μεγαλη η αρτεμις εφεσιων
35. καταστειλας δε ο γραμματευς τον οχλον φησιν ανδρες εφεσιοι τις γαρ εστιν ανθρωπων ος ου γινωσκει την εφεσιων πολιν νεωκορον ουσαν της μεγαλης αρτεμιδος και του διοπετους
36. αναντιρρητων ουν οντων τουτων δεον εστιν υμας κατεσταλμενους υπαρχειν και μηδεν προπετες πρασσειν
37. ηγαγετε γαρ τους ανδρας τουτους ουτε ιεροσυλους ουτε βλασφημουντας την θεον ημων
38. ει μεν ουν δημητριος και οι συν αυτω τεχνιται εχουσι προς τινα λογον αγοραιοι αγονται και ανθυπατοι εισιν εγκαλειτωσαν αλληλοις
39. ει δε τι περαιτερω επιζητειτε εν τη εννομω εκκλησια επιλυθησεται
40. και γαρ κινδυνευομεν εγκαλεισθαι στασεως περι της σημερον μηδενος αιτιου υπαρχοντος περι ου [ου] δυνησομεθα αποδουναι λογον περι της συστροφης ταυτης και ταυτα ειπων απελυσεν την εκκλησιαν

Πραξεισ Αποστολωχ 20

1. μετα δε το παυσασθαι τον θορυβον μεταπεμψαμενος ο παυλος τους μαθητας και παρακαλεσας ασπασαμενος εξηλθεν πορευεσθαι εις μακεδονιαν
2. διελθων δε τα μερη εκεινα και παρακαλεσας αυτους λογω πολλω ηλθεν εις την ελλαδα
3. ποιησας τε μηνας τρεις γενομενης επιβουλης αυτω υπο των ιουδαιων μελλοντι αναγεσθαι εις την συριαν εγενετο γνωμης του υποστρεφειν δια μακεδονιας
4. συνειπετο δε αυτω σωπατρος πυρρου βεροιαιος θεσσαλονικεων δε αρισταρχος και σεκουνδος και γαιος δερβαιος και τιμοθεος ασιανοι δε τυχικος και τροφιμος
5. ουτοι δε προελθοντες εμενον ημας εν τρωαδι
6. ημεις δε εξεπλευσαμεν μετα τας ημερας των αζυμων απο φιλιππων και ηλθομεν προς αυτους εις την τρωαδα αχρι ημερων πεντε οπου διετριψαμεν ημερας επτα
7. εν δε τη μια των σαββατων συνηγμενων ημων κλασαι αρτον ο παυλος διελεγετο αυτοις μελλων εξιεναι τη επαυριον παρετεινεν τε τον λογον μεχρι μεσονυκτιου
8. ησαν δε λαμπαδες ικαναι εν τω υπερωω ου ημεν συνηγμενοι
9. καθεζομενος δε τις νεανιας ονοματι ευτυχος επι της θυριδος καταφερομενος υπνω βαθει διαλεγομενου του παυλου επι πλειον κατενεχθεις απο του υπνου επεσεν απο του τριστεγου κατω και ηρθη νεκρος
10. καταβας δε ο παυλος επεπεσεν αυτω και συμπεριλαβων ειπεν μη θορυβεισθε η γαρ ψυχη αυτου εν αυτω εστιν
11. αναβας δε και κλασας τον αρτον και γευσαμενος εφ ικανον τε ομιλησας αχρι αυγης ουτως εξηλθεν
12. ηγαγον δε τον παιδα ζωντα και παρεκληθησαν ου μετριως
13. ημεις δε προελθοντες επι το πλοιον ανηχθημεν επι την ασσον εκειθεν μελλοντες αναλαμβανειν τον παυλον ουτως γαρ διατεταγμενος ην μελλων αυτος πεζευειν
14. ως δε συνεβαλλεν ημιν εις την ασσον αναλαβοντες αυτον ηλθομεν εις μιτυληνην
15. κακειθεν αποπλευσαντες τη επιουση κατηντησαμεν αντικρυς χιου τη δε ετερα παρεβαλομεν εις σαμον τη δε εχομενη ηλθομεν εις μιλητον
16. κεκρικει γαρ ο παυλος παραπλευσαι την εφεσον οπως μη γενηται αυτω χρονοτριβησαι εν τη ασια εσπευδεν γαρ ει δυνατον ειη αυτω την ημεραν της πεντηκοστης γενεσθαι εις ιεροσολυμα
17. απο δε της μιλητου πεμψας εις εφεσον μετεκαλεσατο τους πρεσβυτερους της εκκλησιας
18. ως δε παρεγενοντο προς αυτον ειπεν αυτοις υμεις επιστασθε απο πρωτης ημερας αφ ης επεβην εις την ασιαν πως μεθ υμων τον παντα χρονον εγενομην
19. δουλευων τω κυριω μετα πασης ταπεινοφροσυνης και δακρυων και πειρασμων των συμβαντων μοι εν ταις επιβουλαις των ιουδαιων
20. ως ουδεν υπεστειλαμην των συμφεροντων του μη αναγγειλαι υμιν και διδαξαι υμας δημοσια και κατ οικους
21. διαμαρτυρομενος ιουδαιοις τε και ελλησιν την εις θεον μετανοιαν και πιστιν εις τον κυριον ημων ιησουν
22. και νυν ιδου δεδεμενος εγω τω πνευματι πορευομαι εις ιερουσαλημ τα εν αυτη συναντησοντα μοι μη ειδως
23. πλην οτι το πνευμα το αγιον κατα πολιν διαμαρτυρεται μοι λεγον οτι δεσμα και θλιψεις με μενουσιν
24. αλλ ουδενος λογου ποιουμαι την ψυχην τιμιαν εμαυτω ως τελειωσαι τον δρομον μου και την διακονιαν ην ελαβον παρα του κυριου ιησου διαμαρτυρασθαι το ευαγγελιον της χαριτος του θεου
25. και νυν ιδου εγω οιδα οτι ουκετι οψεσθε το προσωπον μου υμεις παντες εν οις διηλθον κηρυσσων την βασιλειαν
26. διοτι μαρτυρομαι υμιν εν τη σημερον ημερα οτι καθαρος ειμι απο του αιματος παντων
27. ου γαρ υπεστειλαμην του μη αναγγειλαι πασαν την βουλην του θεου υμιν
28. προσεχετε εαυτοις και παντι τω ποιμνιω εν ω υμας το πνευμα το αγιον εθετο επισκοπους ποιμαινειν την εκκλησιαν του θεου ην περιεποιησατο δια του αιματος του ιδιου
29. εγω οιδα οτι εισελευσονται μετα την αφιξιν μου λυκοι βαρεις εις υμας μη φειδομενοι του ποιμνιου
30. και εξ υμων αυτων αναστησονται ανδρες λαλουντες διεστραμμενα του αποσπαν τους μαθητας οπισω αυτων
31. διο γρηγορειτε μνημονευοντες οτι τριετιαν νυκτα και ημεραν ουκ επαυσαμην μετα δακρυων νουθετων ενα εκαστον
32. και τα νυν παρατιθεμαι υμας τω θεω και τω λογω της χαριτος αυτου τω δυναμενω οικοδομησαι και δουναι την κληρονομιαν εν τοις ηγιασμενοις πασιν
33. αργυριου η χρυσιου η ιματισμου ουδενος επεθυμησα
34. αυτοι γινωσκετε οτι ταις χρειαις μου και τοις ουσιν μετ εμου υπηρετησαν αι χειρες αυται
35. παντα υπεδειξα υμιν οτι ουτως κοπιωντας δει αντιλαμβανεσθαι των ασθενουντων μνημονευειν τε των λογων του κυριου ιησου οτι αυτος ειπεν μακαριον εστιν μαλλον διδοναι η λαμβανειν
36. και ταυτα ειπων θεις τα γονατα αυτου συν πασιν αυτοις προσηυξατο
37. ικανος δε κλαυθμος εγενετο παντων και επιπεσοντες επι τον τραχηλον του παυλου κατεφιλουν αυτον
38. οδυνωμενοι μαλιστα επι τω λογω ω ειρηκει οτι ουκετι μελλουσιν το προσωπον αυτου θεωρειν προεπεμπον δε αυτον εις το πλοιον

Πραξεισ Αποστολωχ 21

1. ως δε εγενετο αναχθηναι ημας αποσπασθεντας απ αυτων ευθυδρομησαντες ηλθομεν εις την κω τη δε εξης εις την ροδον κακειθεν εις παταρα
2. και ευροντες πλοιον διαπερων εις φοινικην επιβαντες ανηχθημεν
3. αναφαναντες δε την κυπρον και καταλιποντες αυτην ευωνυμον επλεομεν εις συριαν και κατηλθομεν εις τυρον εκεισε γαρ το πλοιον ην αποφορτιζομενον τον γομον
4. ανευροντες δε τους μαθητας επεμειναμεν αυτου ημερας επτα οιτινες τω παυλω ελεγον δια του πνευματος μη επιβαινειν εις ιεροσολυμα
5. οτε δε εγενετο ημας εξαρτισαι τας ημερας εξελθοντες επορευομεθα προπεμποντων ημας παντων συν γυναιξι και τεκνοις εως εξω της πολεως και θεντες τα γονατα επι τον αιγιαλον προσευξαμενοι
6. απησπασαμεθα αλληλους και ανεβημεν εις το πλοιον εκεινοι δε υπεστρεψαν εις τα ιδια
7. ημεις δε τον πλουν διανυσαντες απο τυρου κατηντησαμεν εις πτολεμαιδα και ασπασαμενοι τους αδελφους εμειναμεν ημεραν μιαν παρ αυτοις
8. τη δε επαυριον εξελθοντες ηλθομεν εις καισαρειαν και εισελθοντες εις τον οικον φιλιππου του ευαγγελιστου οντος εκ των επτα εμειναμεν παρ αυτω
9. τουτω δε ησαν θυγατερες τεσσαρες παρθενοι προφητευουσαι
10. επιμενοντων δε ημερας πλειους κατηλθεν τις απο της ιουδαιας προφητης ονοματι αγαβος
11. και ελθων προς ημας και αρας την ζωνην του παυλου δησας εαυτου τους ποδας και τας χειρας ειπεν ταδε λεγει το πνευμα το αγιον τον ανδρα ου εστιν η ζωνη αυτη ουτως δησουσιν εν ιερουσαλημ οι ιουδαιοι και παραδωσουσιν εις χειρας εθνων
12. ως δε ηκουσαμεν ταυτα παρεκαλουμεν ημεις τε και οι εντοπιοι του μη αναβαινειν αυτον εις ιερουσαλημ
13. τοτε απεκριθη ο παυλος τι ποιειτε κλαιοντες και συνθρυπτοντες μου την καρδιαν εγω γαρ ου μονον δεθηναι αλλα και αποθανειν εις ιερουσαλημ ετοιμως εχω υπερ του ονοματος του κυριου ιησου
14. μη πειθομενου δε αυτου ησυχασαμεν ειποντες του κυριου το θελημα γινεσθω
15. μετα δε τας ημερας ταυτας επισκευασαμενοι ανεβαινομεν εις ιεροσολυμα
16. συνηλθον δε και των μαθητων απο καισαρειας συν ημιν αγοντες παρ ω ξενισθωμεν μνασωνι τινι κυπριω αρχαιω μαθητη
17. γενομενων δε ημων εις ιεροσολυμα ασμενως απεδεξαντο ημας οι αδελφοι
18. τη δε επιουση εισηει ο παυλος συν ημιν προς ιακωβον παντες τε παρεγενοντο οι πρεσβυτεροι
19. και ασπασαμενος αυτους εξηγειτο καθ εν εκαστον ων εποιησεν ο θεος εν τοις εθνεσιν δια της διακονιας αυτου
20. οι δε ακουσαντες εδοξαζον τον θεον ειπον τε αυτω θεωρεις αδελφε ποσαι μυριαδες εισιν εν τοις ιουδαιοις των πεπιστευκοτων και παντες ζηλωται του νομου υπαρχουσιν
21. κατηχηθησαν δε περι σου οτι αποστασιαν διδασκεις απο μωυσεως τους κατα τα εθνη παντας ιουδαιους λεγων μη περιτεμνειν αυτους τα τεκνα μηδε τοις εθεσιν περιπατειν
22. τι ουν εστιν παντως ακουσονται οτι εληλυθας
23. τουτο ουν ποιησον ο σοι λεγομεν εισιν ημιν ανδρες τεσσαρες ευχην εχοντες εφ εαυτων
24. τουτους παραλαβων αγνισθητι συν αυτοις και δαπανησον επ αυτοις ινα ξυρησονται την κεφαλην και γνωσονται παντες οτι ων κατηχηνται περι σου ουδεν εστιν αλλα στοιχεις και αυτος φυλασσων τον νομον
25. περι δε των πεπιστευκοτων εθνων ημεις επεστειλαμεν κριναντες φυλασσεσθαι αυτους το τε ειδωλοθυτον και αιμα και πνικτον και πορνειαν
26. τοτε ο παυλος παραλαβων τους ανδρας τη εχομενη ημερα συν αυτοις αγνισθεις εισηει εις το ιερον διαγγελλων την εκπληρωσιν των ημερων του αγνισμου εως ου προσηνεχθη υπερ ενος εκαστου αυτων η προσφορα
27. ως δε εμελλον αι επτα ημεραι συντελεισθαι οι απο της ασιας ιουδαιοι θεασαμενοι αυτον εν τω ιερω συνεχεον παντα τον οχλον και επεβαλον επ αυτον τας χειρας
28. κραζοντες ανδρες ισραηλιται βοηθειτε ουτος εστιν ο ανθρωπος ο κατα του λαου και του νομου και του τοπου τουτου παντας πανταχη διδασκων ετι τε και ελληνας εισηγαγεν εις το ιερον και κεκοινωκεν τον αγιον τοπον τουτον
29. ησαν γαρ προεωρακοτες τροφιμον τον εφεσιον εν τη πολει συν αυτω ον ενομιζον οτι εις το ιερον εισηγαγεν ο παυλος
30. εκινηθη τε η πολις ολη και εγενετο συνδρομη του λαου και επιλαβομενοι του παυλου ειλκον αυτον εξω του ιερου και ευθεως εκλεισθησαν αι θυραι
31. ζητουντων τε αυτον αποκτειναι ανεβη φασις τω χιλιαρχω της σπειρης οτι ολη συγχυννεται ιερουσαλημ
32. ος εξαυτης παραλαβων στρατιωτας και εκατονταρχας κατεδραμεν επ αυτους οι δε ιδοντες τον χιλιαρχον και τους στρατιωτας επαυσαντο τυπτοντες τον παυλον
33. τοτε εγγισας ο χιλιαρχος επελαβετο αυτου και εκελευσεν δεθηναι αλυσεσι δυσι και επυνθανετο τις ειη και τι εστιν πεποιηκως
34. αλλοι δε αλλο τι επεφωνουν εν τω οχλω μη δυναμενου δε αυτου γνωναι το ασφαλες δια τον θορυβον εκελευσεν αγεσθαι αυτον εις την παρεμβολην
35. οτε δε εγενετο επι τους αναβαθμους συνεβη βασταζεσθαι αυτον υπο των στρατιωτων δια την βιαν του οχλου
36. ηκολουθει γαρ το πληθος του λαου κραζοντες αιρε αυτον
37. μελλων τε εισαγεσθαι εις την παρεμβολην ο παυλος λεγει τω χιλιαρχω ει εξεστιν μοι ειπειν τι προς σε ο δε εφη ελληνιστι γινωσκεις
38. ουκ αρα συ ει ο αιγυπτιος ο προ τουτων των ημερων αναστατωσας και εξαγαγων εις την ερημον τους τετρακισχιλιους ανδρας των σικαριων
39. ειπεν δε ο παυλος εγω ανθρωπος μεν ειμι ιουδαιος ταρσευς της κιλικιας ουκ ασημου πολεως πολιτης δεομαι δε σου επιτρεψον μοι λαλησαι προς τον λαον
40. επιτρεψαντος δε αυτου ο παυλος εστως επι των αναβαθμων κατεσεισεν τη χειρι τω λαω πολλης δε σιγης γενομενης προσεφωνησεν τη εβραιδι διαλεκτω λεγων

Πραξεισ Αποστολωχ 22

1. ανδρες αδελφοι και πατερες ακουσατε μου της προς υμας νυνι απολογιας
2. ακουσαντες δε οτι τη εβραιδι διαλεκτω προσεφωνει αυτοις μαλλον παρεσχον ησυχιαν και φησιν
3. εγω ειμι ανηρ ιουδαιος γεγεννημενος εν ταρσω της κιλικιας ανατεθραμμενος δε εν τη πολει ταυτη παρα τους ποδας γαμαλιηλ πεπαιδευμενος κατα ακριβειαν του πατρωου νομου ζηλωτης υπαρχων του θεου καθως παντες υμεις εστε σημερον
4. ος ταυτην την οδον εδιωξα αχρι θανατου δεσμευων και παραδιδους εις φυλακας ανδρας τε και γυναικας
5. ως και ο αρχιερευς μαρτυρει μοι και παν το πρεσβυτεριον παρ ων και επιστολας δεξαμενος προς τους αδελφους εις δαμασκον επορευομην αξων και τους εκεισε οντας δεδεμενους εις ιερουσαλημ ινα τιμωρηθωσιν
6. εγενετο δε μοι πορευομενω και εγγιζοντι τη δαμασκω περι μεσημβριαν εξαιφνης εκ του ουρανου περιαστραψαι φως ικανον περι εμε
7. επεσα τε εις το εδαφος και ηκουσα φωνης λεγουσης μοι σαουλ σαουλ τι με διωκεις
8. εγω δε απεκριθην τις ει κυριε ειπεν τε προς με εγω ειμι ιησους ο ναζωραιος ον συ διωκεις
9. οι δε συν εμοι οντες το μεν φως εθεασαντο την δε φωνην ουκ ηκουσαν του λαλουντος μοι
10. ειπον δε τι ποιησω κυριε ο δε κυριος ειπεν προς με αναστας πορευου εις δαμασκον κακει σοι λαληθησεται περι παντων ων τετακται σοι ποιησαι
11. ως δε ουκ ενεβλεπον απο της δοξης του φωτος εκεινου χειραγωγουμενος υπο των συνοντων μοι ηλθον εις δαμασκον
12. ανανιας δε τις ανηρ ευλαβης κατα τον νομον μαρτυρουμενος υπο παντων των κατοικουντων ιουδαιων
13. ελθων προς με και επιστας ειπεν μοι σαουλ αδελφε αναβλεψον καγω αυτη τη ωρα ανεβλεψα εις αυτον
14. ο δε ειπεν ο θεος των πατερων ημων προεχειρισατο σε γνωναι το θελημα αυτου και ιδειν τον δικαιον και ακουσαι φωνην εκ του στοματος αυτου
15. οτι εση μαρτυς αυτω προς παντας ανθρωπους ων εωρακας και ηκουσας
16. και νυν τι μελλεις αναστας βαπτισαι και απολουσαι τας αμαρτιας σου επικαλεσαμενος το ονομα αυτου
17. εγενετο δε μοι υποστρεψαντι εις ιερουσαλημ και προσευχομενου μου εν τω ιερω γενεσθαι με εν εκστασει
18. και ιδειν αυτον λεγοντα μοι σπευσον και εξελθε εν ταχει εξ ιερουσαλημ διοτι ου παραδεξονται σου μαρτυριαν περι εμου
19. καγω ειπον κυριε αυτοι επιστανται οτι εγω ημην φυλακιζων και δερων κατα τας συναγωγας τους πιστευοντας επι σε
20. και οτε εξεχυννετο το αιμα στεφανου του μαρτυρος σου και αυτος ημην εφεστως και συνευδοκων και φυλασσων τα ιματια των αναιρουντων αυτον
21. και ειπεν προς με πορευου οτι εγω εις εθνη μακραν εξαποστελω σε
22. ηκουον δε αυτου αχρι τουτου του λογου και επηραν την φωνην αυτων λεγοντες αιρε απο της γης τον τοιουτον ου γαρ καθηκεν αυτον ζην
23. κραυγαζοντων τε αυτων και ριπτουντων τα ιματια και κονιορτον βαλλοντων εις τον αερα
24. εκελευσεν ο χιλιαρχος εισαγεσθαι αυτον εις την παρεμβολην ειπας μαστιξιν ανεταζεσθαι αυτον ινα επιγνω δι ην αιτιαν ουτως επεφωνουν αυτω
25. ως δε προετειναν αυτον τοις ιμασιν ειπεν προς τον εστωτα εκατονταρχον ο παυλος ει ανθρωπον ρωμαιον και ακατακριτον εξεστιν υμιν μαστιζειν
26. ακουσας δε ο εκατονταρχης προσελθων τω χιλιαρχω απηγγειλεν λεγων τι μελλεις ποιειν ο γαρ ανθρωπος ουτος ρωμαιος εστιν
27. προσελθων δε ο χιλιαρχος ειπεν αυτω λεγε μοι συ ρωμαιος ει ο δε εφη ναι
28. απεκριθη δε ο χιλιαρχος εγω πολλου κεφαλαιου την πολιτειαν ταυτην εκτησαμην ο δε παυλος εφη εγω δε και γεγεννημαι
29. ευθεως ουν απεστησαν απ αυτου οι μελλοντες αυτον ανεταζειν και ο χιλιαρχος δε εφοβηθη επιγνους οτι ρωμαιος εστιν και οτι αυτον ην δεδεκως
30. τη δε επαυριον βουλομενος γνωναι το ασφαλες το τι κατηγορειται υπο των ιουδαιων ελυσεν αυτον και εκελευσεν συνελθειν τους αρχιερεις και παν το συνεδριον και καταγαγων τον παυλον εστησεν εις αυτους

Πραξεισ Αποστολωχ 23

1. ατενισας δε ο παυλος τω συνεδριω ειπεν ανδρες αδελφοι εγω παση συνειδησει αγαθη πεπολιτευμαι τω θεω αχρι ταυτης της ημερας
2. ο δε αρχιερευς ανανιας επεταξεν τοις παρεστωσιν αυτω τυπτειν αυτου το στομα
3. τοτε ο παυλος προς αυτον ειπεν τυπτειν σε μελλει ο θεος τοιχε κεκονιαμενε και συ καθη κρινων με κατα τον νομον και παρανομων κελευεις με τυπτεσθαι
4. οι δε παρεστωτες ειπαν τον αρχιερεα του θεου λοιδορεις
5. εφη τε ο παυλος ουκ ηδειν αδελφοι οτι εστιν αρχιερευς γεγραπται γαρ οτι αρχοντα του λαου σου ουκ ερεις κακως
6. γνους δε ο παυλος οτι το εν μερος εστιν σαδδουκαιων το δε ετερον φαρισαιων εκραζεν εν τω συνεδριω ανδρες αδελφοι εγω φαρισαιος ειμι υιος φαρισαιων περι ελπιδος και αναστασεως νεκρων [εγω] κρινομαι
7. τουτο δε αυτου ειποντος εγενετο στασις των φαρισαιων και σαδδουκαιων και εσχισθη το πληθος
8. σαδδουκαιοι μεν γαρ λεγουσιν μη ειναι αναστασιν μητε αγγελον μητε πνευμα φαρισαιοι δε ομολογουσιν τα αμφοτερα
9. εγενετο δε κραυγη μεγαλη και ανασταντες τινες των γραμματεων του μερους των φαρισαιων διεμαχοντο λεγοντες ουδεν κακον ευρισκομεν εν τω ανθρωπω τουτω ει δε πνευμα ελαλησεν αυτω η αγγελος
10. πολλης δε γινομενης στασεως φοβηθεις ο χιλιαρχος μη διασπασθη ο παυλος υπ αυτων εκελευσεν το στρατευμα καταβαν αρπασαι αυτον εκ μεσου αυτων αγειν τε εις την παρεμβολην
11. τη δε επιουση νυκτι επιστας αυτω ο κυριος ειπεν θαρσει ως γαρ διεμαρτυρω τα περι εμου εις ιερουσαλημ ουτω σε δει και εις ρωμην μαρτυρησαι
12. γενομενης δε ημερας ποιησαντες συστροφην οι ιουδαιοι ανεθεματισαν εαυτους λεγοντες μητε φαγειν μητε πιειν εως ου αποκτεινωσιν τον παυλον
13. ησαν δε πλειους τεσσερακοντα οι ταυτην την συνωμοσιαν ποιησαμενοι
14. οιτινες προσελθοντες τοις αρχιερευσιν και τοις πρεσβυτεροις ειπαν αναθεματι ανεθεματισαμεν εαυτους μηδενος γευσασθαι εως ου αποκτεινωμεν τον παυλον
15. νυν ουν υμεις εμφανισατε τω χιλιαρχω συν τω συνεδριω οπως καταγαγη αυτον εις υμας ως μελλοντας διαγινωσκειν ακριβεστερον τα περι αυτου ημεις δε προ του εγγισαι αυτον ετοιμοι εσμεν του ανελειν αυτον
16. ακουσας δε ο υιος της αδελφης παυλου την ενεδραν παραγενομενος και εισελθων εις την παρεμβολην απηγγειλεν τω παυλω
17. προσκαλεσαμενος δε ο παυλος ενα των εκατονταρχων εφη τον νεανιαν τουτον απαγαγε προς τον χιλιαρχον εχει γαρ απαγγειλαι τι αυτω
18. ο μεν ουν παραλαβων αυτον ηγαγεν προς τον χιλιαρχον και φησιν ο δεσμιος παυλος προσκαλεσαμενος με ηρωτησεν τουτον τον νεανισκον αγαγειν προς σε εχοντα τι λαλησαι σοι
19. επιλαβομενος δε της χειρος αυτου ο χιλιαρχος και αναχωρησας κατ ιδιαν επυνθανετο τι εστιν ο εχεις απαγγειλαι μοι
20. ειπεν δε οτι οι ιουδαιοι συνεθεντο του ερωτησαι σε οπως αυριον τον παυλον καταγαγης εις το συνεδριον ως μελλον τι ακριβεστερον πυνθανεσθαι περι αυτου
21. συ ουν μη πεισθης αυτοις ενεδρευουσιν γαρ αυτον εξ αυτων ανδρες πλειους τεσσερακοντα οιτινες ανεθεματισαν εαυτους μητε φαγειν μητε πιειν εως ου ανελωσιν αυτον και νυν εισιν ετοιμοι προσδεχομενοι την απο σου επαγγελιαν
22. ο μεν ουν χιλιαρχος απελυσε τον νεανισκον παραγγειλας μηδενι εκλαλησαι οτι ταυτα ενεφανισας προς με
23. και προσκαλεσαμενος δυο [τινας] των εκατονταρχων ειπεν ετοιμασατε στρατιωτας διακοσιους οπως πορευθωσιν εως καισαρειας και ιππεις εβδομηκοντα και δεξιολαβους διακοσιους απο τριτης ωρας της νυκτος
24. κτηνη τε παραστησαι ινα επιβιβασαντες τον παυλον διασωσωσι προς φηλικα τον ηγεμονα
25. γραψας επιστολην εχουσαν τον τυπον τουτον
26. κλαυδιος λυσιας τω κρατιστω ηγεμονι φηλικι χαιρειν
27. τον ανδρα τουτον συλλημφθεντα υπο των ιουδαιων και μελλοντα αναιρεισθαι υπ αυτων επιστας συν τω στρατευματι εξειλαμην μαθων οτι ρωμαιος εστιν
28. βουλομενος τε επιγνωναι την αιτιαν δι ην ενεκαλουν αυτω κατηγαγον εις το συνεδριον αυτων
29. ον ευρον εγκαλουμενον περι ζητηματων του νομου αυτων μηδεν δε αξιον θανατου η δεσμων εχοντα εγκλημα
30. μηνυθεισης δε μοι επιβουλης εις τον ανδρα εσεσθαι εξαυτης επεμψα προς σε παραγγειλας και τοις κατηγοροις λεγειν [τα] προς αυτον επι σου
31. οι μεν ουν στρατιωται κατα το διατεταγμενον αυτοις αναλαβοντες τον παυλον ηγαγον δια νυκτος εις την αντιπατριδα
32. τη δε επαυριον εασαντες τους ιππεις απερχεσθαι συν αυτω υπεστρεψαν εις την παρεμβολην
33. οιτινες εισελθοντες εις την καισαρειαν και αναδοντες την επιστολην τω ηγεμονι παρεστησαν και τον παυλον αυτω
34. αναγνους δε και επερωτησας εκ ποιας επαρχειας εστιν και πυθομενος οτι απο κιλικιας
35. διακουσομαι σου εφη οταν και οι κατηγοροι σου παραγενωνται κελευσας εν τω πραιτωριω του ηρωδου φυλασσεσθαι αυτον

Πραξεισ Αποστολωχ 24

1. μετα δε πεντε ημερας κατεβη ο αρχιερευς ανανιας μετα πρεσβυτερων τινων και ρητορος τερτυλλου τινος οιτινες ενεφανισαν τω ηγεμονι κατα του παυλου
2. κληθεντος δε αυτου ηρξατο κατηγορειν ο τερτυλλος λεγων πολλης ειρηνης τυγχανοντες δια σου και διορθωματων γινομενων τω εθνει τουτω δια της σης προνοιας
3. παντη τε και πανταχου αποδεχομεθα κρατιστε φηλιξ μετα πασης ευχαριστιας
4. ινα δε μη επι πλειον σε εγκοπτω παρακαλω ακουσαι σε ημων συντομως τη ση επιεικεια
5. ευροντες γαρ τον ανδρα τουτον λοιμον και κινουντα στασεις πασιν τοις ιουδαιοις τοις κατα την οικουμενην πρωτοστατην τε της των ναζωραιων αιρεσεως
6. ος και το ιερον επειρασεν βεβηλωσαι ον και εκρατησαμεν
8. παρ ου δυνηση αυτος ανακρινας περι παντων τουτων επιγνωναι ων ημεις κατηγορουμεν αυτου
9. συνεπεθεντο δε και οι ιουδαιοι φασκοντες ταυτα ουτως εχειν
10. απεκριθη τε ο παυλος νευσαντος αυτω του ηγεμονος λεγειν εκ πολλων ετων οντα σε κριτην τω εθνει τουτω επισταμενος ευθυμως τα περι εμαυτου απολογουμαι
11. δυναμενου σου επιγνωναι οτι ου πλειους εισιν μοι ημεραι δωδεκα αφ ης ανεβην προσκυνησων εις ιερουσαλημ
12. και ουτε εν τω ιερω ευρον με προς τινα διαλεγομενον η επιστασιν ποιουντα οχλου ουτε εν ταις συναγωγαις ουτε κατα την πολιν
13. ουδε παραστησαι δυνανται σοι περι ων νυνι κατηγορουσιν μου
14. ομολογω δε τουτο σοι οτι κατα την οδον ην λεγουσιν αιρεσιν ουτως λατρευω τω πατρωω θεω πιστευων πασι τοις κατα τον νομον και τοις εν τοις προφηταις γεγραμμενοις
15. ελπιδα εχων εις τον θεον ην και αυτοι ουτοι προσδεχονται αναστασιν μελλειν εσεσθαι δικαιων τε και αδικων
16. εν τουτω και αυτος ασκω απροσκοπον συνειδησιν εχειν προς τον θεον και τους ανθρωπους δια παντος
17. δι ετων δε πλειονων ελεημοσυνας ποιησων εις το εθνος μου παρεγενομην και προσφορας
18. εν αις ευρον με ηγνισμενον εν τω ιερω ου μετα οχλου ουδε μετα θορυβου
19. τινες δε απο της ασιας ιουδαιοι ους εδει επι σου παρειναι και κατηγορειν ει τι εχοιεν προς εμε
20. η αυτοι ουτοι ειπατωσαν τι ευρον αδικημα σταντος μου επι του συνεδριου
21. η περι μιας ταυτης φωνης ης εκεκραξα εν αυτοις εστως οτι περι αναστασεως νεκρων εγω κρινομαι σημερον εφ υμων
22. ανεβαλετο δε αυτους ο φηλιξ ακριβεστερον ειδως τα περι της οδου ειπας οταν λυσιας ο χιλιαρχος καταβη διαγνωσομαι τα καθ υμας
23. διαταξαμενος τω εκατονταρχη τηρεισθαι αυτον εχειν τε ανεσιν και μηδενα κωλυειν των ιδιων αυτου υπηρετειν αυτω
24. μετα δε ημερας τινας παραγενομενος ο φηλιξ συν δρουσιλλη τη ιδια γυναικι ουση ιουδαια μετεπεμψατο τον παυλον και ηκουσεν αυτου περι της εις χριστον ιησουν πιστεως
25. διαλεγομενου δε αυτου περι δικαιοσυνης και εγκρατειας και του κριματος του μελλοντος εμφοβος γενομενος ο φηλιξ απεκριθη το νυν εχον πορευου καιρον δε μεταλαβων μετακαλεσομαι σε
26. αμα και ελπιζων οτι χρηματα δοθησεται αυτω υπο του παυλου διο και πυκνοτερον αυτον μεταπεμπομενος ωμιλει αυτω
27. διετιας δε πληρωθεισης ελαβεν διαδοχον ο φηλιξ πορκιον φηστον θελων τε χαριτα καταθεσθαι τοις ιουδαιοις ο φηλιξ κατελιπε τον παυλον δεδεμενον
1. φηστος ουν επιβας τη επαρχεια μετα τρεις ημερας ανεβη εις ιεροσολυμα απο καισαρειας

Πραξεισ Αποστολωχ 25

1. φηστος ουν επιβας τη επαρχεια μετα τρεις ημερας ανεβη εις ιεροσολυμα απο καισαρειας
2. ενεφανισαν τε αυτω οι αρχιερεις και οι πρωτοι των ιουδαιων κατα του παυλου και παρεκαλουν αυτον
3. αιτουμενοι χαριν κατ αυτου οπως μεταπεμψηται αυτον εις ιερουσαλημ ενεδραν ποιουντες ανελειν αυτον κατα την οδον
4. ο μεν ουν φηστος απεκριθη τηρεισθαι τον παυλον εις καισαρειαν εαυτον δε μελλειν εν ταχει εκπορευεσθαι
5. οι ουν εν υμιν φησιν δυνατοι συγκαταβαντες ει τι εστιν εν τω ανδρι ατοπον κατηγορειτωσαν αυτου
6. διατριψας δε εν αυτοις ημερας ου πλειους οκτω η δεκα καταβας εις καισαρειαν τη επαυριον καθισας επι του βηματος εκελευσεν τον παυλον αχθηναι
7. παραγενομενου δε αυτου περιεστησαν αυτον οι απο ιεροσολυμων καταβεβηκοτες ιουδαιοι πολλα και βαρεα αιτιωματα καταφεροντες α ουκ ισχυον αποδειξαι
8. του παυλου απολογουμενου οτι ουτε εις τον νομον των ιουδαιων ουτε εις το ιερον ουτε εις καισαρα τι ημαρτον
9. ο φηστος δε θελων τοις ιουδαιοις χαριν καταθεσθαι αποκριθεις τω παυλω ειπεν θελεις εις ιεροσολυμα αναβας εκει περι τουτων κριθηναι επ εμου
10. ειπεν δε ο παυλος επι του βηματος καισαρος εστως ειμι ου με δει κρινεσθαι ιουδαιους ουδεν ηδικησα ως και συ καλλιον επιγινωσκεις
11. ει μεν ουν αδικω και αξιον θανατου πεπραχα τι ου παραιτουμαι το αποθανειν ει δε ουδεν εστιν ων ουτοι κατηγορουσιν μου ουδεις με δυναται αυτοις χαρισασθαι καισαρα επικαλουμαι
12. τοτε ο φηστος συλλαλησας μετα του συμβουλιου απεκριθη καισαρα επικεκλησαι επι καισαρα πορευση
13. ημερων δε διαγενομενων τινων αγριππας ο βασιλευς και βερνικη κατηντησαν εις καισαρειαν ασπασαμενοι τον φηστον
14. ως δε πλειους ημερας διετριβον εκει ο φηστος τω βασιλει ανεθετο τα κατα τον παυλον λεγων ανηρ τις εστιν καταλελειμμενος υπο φηλικος δεσμιος
15. περι ου γενομενου μου εις ιεροσολυμα ενεφανισαν οι αρχιερεις και οι πρεσβυτεροι των ιουδαιων αιτουμενοι κατ αυτου καταδικην
16. προς ους απεκριθην οτι ουκ εστιν εθος ρωμαιοις χαριζεσθαι τινα ανθρωπον πριν η ο κατηγορουμενος κατα προσωπον εχοι τους κατηγορους τοπον τε απολογιας λαβοι περι του εγκληματος
17. συνελθοντων ουν [αυτων] ενθαδε αναβολην μηδεμιαν ποιησαμενος τη εξης καθισας επι του βηματος εκελευσα αχθηναι τον ανδρα
18. περι ου σταθεντες οι κατηγοροι ουδεμιαν αιτιαν εφερον ων εγω υπενοουν πονηρων
19. ζητηματα δε τινα περι της ιδιας δεισιδαιμονιας ειχον προς αυτον και περι τινος ιησου τεθνηκοτος ον εφασκεν ο παυλος ζην
20. απορουμενος δε εγω την περι τουτων ζητησιν ελεγον ει βουλοιτο πορευεσθαι εις ιεροσολυμα κακει κρινεσθαι περι τουτων
21. του δε παυλου επικαλεσαμενου τηρηθηναι αυτον εις την του σεβαστου διαγνωσιν εκελευσα τηρεισθαι αυτον εως ου αναπεμψω αυτον προς καισαρα
22. αγριππας δε προς τον φηστον εβουλομην και αυτος του ανθρωπου ακουσαι αυριον φησιν ακουση αυτου
23. τη ουν επαυριον ελθοντος του αγριππα και της βερνικης μετα πολλης φαντασιας και εισελθοντων εις το ακροατηριον συν τε χιλιαρχοις και ανδρασιν τοις κατ εξοχην της πολεως και κελευσαντος του φηστου ηχθη ο παυλος
24. και φησιν ο φηστος αγριππα βασιλευ και παντες οι συμπαροντες ημιν ανδρες θεωρειτε τουτον περι ου απαν το πληθος των ιουδαιων ενετυχον μοι εν τε ιεροσολυμοις και ενθαδε βοωντες μη δειν αυτον ζην μηκετι
25. εγω δε κατελαβομην μηδεν αξιον αυτον θανατου πεπραχεναι αυτου δε τουτου επικαλεσαμενου τον σεβαστον εκρινα πεμπειν
26. περι ου ασφαλες τι γραψαι τω κυριω ουκ εχω διο προηγαγον αυτον εφ υμων και μαλιστα επι σου βασιλευ αγριππα οπως της ανακρισεως γενομενης σχω τι γραψω
27. αλογον γαρ μοι δοκει πεμποντα δεσμιον μη και τας κατ αυτου αιτιας σημαναι

Πραξεισ Αποστολωχ 26

1. αγριππας δε προς τον παυλον εφη επιτρεπεται σοι περι σεαυτου λεγειν τοτε ο παυλος εκτεινας την χειρα απελογειτο
2. περι παντων ων εγκαλουμαι υπο ιουδαιων βασιλευ αγριππα ηγημαι εμαυτον μακαριον επι σου μελλων σημερον απολογεισθαι
3. μαλιστα γνωστην οντα σε παντων των κατα ιουδαιους εθων τε και ζητηματων διο δεομαι μακροθυμως ακουσαι μου
4. την μεν ουν βιωσιν μου [την] εκ νεοτητος την απ αρχης γενομενην εν τω εθνει μου εν τε ιεροσολυμοις ισασι παντες [οι] ιουδαιοι
5. προγινωσκοντες με ανωθεν εαν θελωσι μαρτυρειν οτι κατα την ακριβεστατην αιρεσιν της ημετερας θρησκειας εζησα φαρισαιος
6. και νυν επ ελπιδι της εις τους πατερας ημων επαγγελιας γενομενης υπο του θεου εστηκα κρινομενος
7. εις ην το δωδεκαφυλον ημων εν εκτενεια νυκτα και ημεραν λατρευον ελπιζει καταντησαι περι ης ελπιδος εγκαλουμαι υπο ιουδαιων βασιλευ
8. τι απιστον κρινεται παρ υμιν ει ο θεος νεκρους εγειρει
9. εγω μεν ουν εδοξα εμαυτω προς το ονομα ιησου του ναζωραιου δειν πολλα εναντια πραξαι
10. ο και εποιησα εν ιεροσολυμοις και πολλους τε των αγιων εγω εν φυλακαις κατεκλεισα την παρα των αρχιερεων εξουσιαν λαβων αναιρουμενων τε αυτων κατηνεγκα ψηφον
11. και κατα πασας τας συναγωγας πολλακις τιμωρων αυτους ηναγκαζον βλασφημειν περισσως τε εμμαινομενος αυτοις εδιωκον εως και εις τας εξω πολεις
12. εν οις πορευομενος εις την δαμασκον μετ εξουσιας και επιτροπης της των αρχιερεων
13. ημερας μεσης κατα την οδον ειδον βασιλευ ουρανοθεν υπερ την λαμπροτητα του ηλιου περιλαμψαν με φως και τους συν εμοι πορευομενους
14. παντων τε καταπεσοντων ημων εις την γην ηκουσα φωνην λεγουσαν προς με τη εβραιδι διαλεκτω σαουλ σαουλ τι με διωκεις σκληρον σοι προς κεντρα λακτιζειν
15. εγω δε ειπα τις ει κυριε ο δε κυριος ειπεν εγω ειμι ιησους ον συ διωκεις
16. αλλα αναστηθι και στηθι επι τους ποδας σου εις τουτο γαρ ωφθην σοι προχειρισασθαι σε υπηρετην και μαρτυρα ων τε ειδες [με] ων τε οφθησομαι σοι
17. εξαιρουμενος σε εκ του λαου και εκ των εθνων εις ους εγω αποστελλω σε
18. ανοιξαι οφθαλμους αυτων του επιστρεψαι απο σκοτους εις φως και της εξουσιας του σατανα επι τον θεον του λαβειν αυτους αφεσιν αμαρτιων και κληρον εν τοις ηγιασμενοις πιστει τη εις εμε
19. οθεν βασιλευ αγριππα ουκ εγενομην απειθης τη ουρανιω οπτασια
20. αλλα τοις εν δαμασκω πρωτον τε και ιεροσολυμοις πασαν τε την χωραν της ιουδαιας και τοις εθνεσιν απηγγελλον μετανοειν και επιστρεφειν επι τον θεον αξια της μετανοιας εργα πρασσοντας
21. ενεκα τουτων με ιουδαιοι συλλαβομενοι [οντα] εν τω ιερω επειρωντο διαχειρισασθαι
22. επικουριας ουν τυχων της απο του θεου αχρι της ημερας ταυτης εστηκα μαρτυρομενος μικρω τε και μεγαλω ουδεν εκτος λεγων ων τε οι προφηται ελαλησαν μελλοντων γινεσθαι και μωυσης
23. ει παθητος ο χριστος ει πρωτος εξ αναστασεως νεκρων φως μελλει καταγγελλειν τω τε λαω και τοις εθνεσιν
24. ταυτα δε αυτου απολογουμενου ο φηστος μεγαλη τη φωνη φησιν μαινη παυλε τα πολλα σε γραμματα εις μανιαν περιτρεπει
25. ο δε παυλος ου μαινομαι φησιν κρατιστε φηστε αλλα αληθειας και σωφροσυνης ρηματα αποφθεγγομαι
26. επισταται γαρ περι τουτων ο βασιλευς προς ον και παρρησιαζομενος λαλω λανθανειν γαρ αυτον [τι] τουτων ου πειθομαι ουθεν ου γαρ εστιν εν γωνια πεπραγμενον τουτο
27. πιστευεις βασιλευ αγριππα τοις προφηταις οιδα οτι πιστευεις
28. ο δε αγριππας προς τον παυλον εν ολιγω με πειθεις χριστιανον ποιησαι
29. ο δε παυλος ευξαιμην αν τω θεω και εν ολιγω και εν μεγαλω ου μονον σε αλλα και παντας τους ακουοντας μου σημερον γενεσθαι τοιουτους οποιος και εγω ειμι παρεκτος των δεσμων τουτων
30. ανεστη τε ο βασιλευς και ο ηγεμων η τε βερνικη και οι συγκαθημενοι αυτοις
31. και αναχωρησαντες ελαλουν προς αλληλους λεγοντες οτι ουδεν θανατου η δεσμων αξιον [τι] πρασσει ο ανθρωπος ουτος
32. αγριππας δε τω φηστω εφη απολελυσθαι εδυνατο ο ανθρωπος ουτος ει μη επεκεκλητο καισαρα

Πραξεισ Αποστολωχ 27

1. ως δε εκριθη του αποπλειν ημας εις την ιταλιαν παρεδιδουν τον τε παυλον και τινας ετερους δεσμωτας εκατονταρχη ονοματι ιουλιω σπειρης σεβαστης
2. επιβαντες δε πλοιω αδραμυττηνω μελλοντι πλειν εις τους κατα την ασιαν τοπους ανηχθημεν οντος συν ημιν αρισταρχου μακεδονος θεσσαλονικεως
3. τη τε ετερα κατηχθημεν εις σιδωνα φιλανθρωπως τε ο ιουλιος τω παυλω χρησαμενος επετρεψεν προς τους φιλους πορευθεντι επιμελειας τυχειν
4. κακειθεν αναχθεντες υπεπλευσαμεν την κυπρον δια το τους ανεμους ειναι εναντιους
5. το τε πελαγος το κατα την κιλικιαν και παμφυλιαν διαπλευσαντες κατηλθομεν εις μυρα της λυκιας
6. κακει ευρων ο εκατονταρχης πλοιον αλεξανδρινον πλεον εις την ιταλιαν ενεβιβασεν ημας εις αυτο
7. εν ικαναις δε ημεραις βραδυπλοουντες και μολις γενομενοι κατα την κνιδον μη προσεωντος ημας του ανεμου υπεπλευσαμεν την κρητην κατα σαλμωνην
8. μολις τε παραλεγομενοι αυτην ηλθομεν εις τοπον τινα καλουμενον καλους λιμενας ω εγγυς πολις ην λασαια
9. ικανου δε χρονου διαγενομενου και οντος ηδη επισφαλους του πλοος δια το και την νηστειαν ηδη παρεληλυθεναι παρηνει ο παυλος
10. λεγων αυτοις ανδρες θεωρω οτι μετα υβρεως και πολλης ζημιας ου μονον του φορτιου και του πλοιου αλλα και των ψυχων ημων μελλειν εσεσθαι τον πλουν
11. ο δε εκατονταρχης τω κυβερνητη και τω ναυκληρω μαλλον επειθετο η τοις υπο παυλου λεγομενοις
12. ανευθετου δε του λιμενος υπαρχοντος προς παραχειμασιαν οι πλειονες εθεντο βουλην αναχθηναι εκειθεν ει πως δυναιντο καταντησαντες εις φοινικα παραχειμασαι λιμενα της κρητης βλεποντα κατα λιβα και κατα χωρον
13. υποπνευσαντος δε νοτου δοξαντες της προθεσεως κεκρατηκεναι αραντες ασσον παρελεγοντο την κρητην
14. μετ ου πολυ δε εβαλεν κατ αυτης ανεμος τυφωνικος ο καλουμενος ευρακυλων
15. συναρπασθεντος δε του πλοιου και μη δυναμενου αντοφθαλμειν τω ανεμω επιδοντες εφερομεθα
16. νησιον δε τι υποδραμοντες καλουμενον καυδα ισχυσαμεν μολις περικρατεις γενεσθαι της σκαφης
17. ην αραντες βοηθειαις εχρωντο υποζωννυντες το πλοιον φοβουμενοι τε μη εις την συρτιν εκπεσωσιν χαλασαντες το σκευος ουτως εφεροντο
18. σφοδρως δε χειμαζομενων ημων τη εξης εκβολην εποιουντο
19. και τη τριτη αυτοχειρες την σκευην του πλοιου ερριψαν
20. μητε δε ηλιου μητε αστρων επιφαινοντων επι πλειονας ημερας χειμωνος τε ουκ ολιγου επικειμενου λοιπον περιηρειτο ελπις πασα του σωζεσθαι ημας
21. πολλης τε ασιτιας υπαρχουσης τοτε σταθεις ο παυλος εν μεσω αυτων ειπεν εδει μεν ω ανδρες πειθαρχησαντας μοι μη αναγεσθαι απο της κρητης κερδησαι τε την υβριν ταυτην και την ζημιαν
22. και τα νυν παραινω υμας ευθυμειν αποβολη γαρ ψυχης ουδεμια εσται εξ υμων πλην του πλοιου
23. παρεστη γαρ μοι ταυτη τη νυκτι του θεου ου ειμι [εγω] ω και λατρευω αγγελος
24. λεγων μη φοβου παυλε καισαρι σε δει παραστηναι και ιδου κεχαρισται σοι ο θεος παντας τους πλεοντας μετα σου
25. διο ευθυμειτε ανδρες πιστευω γαρ τω θεω οτι ουτως εσται καθ ον τροπον λελαληται μοι
26. εις νησον δε τινα δει ημας εκπεσειν
27. ως δε τεσσαρεσκαιδεκατη νυξ εγενετο διαφερομενων ημων εν τω αδρια κατα μεσον της νυκτος υπενοουν οι ναυται προσαγειν τινα αυτοις χωραν
28. και βολισαντες ευρον οργυιας εικοσι βραχυ δε διαστησαντες και παλιν βολισαντες ευρον οργυιας δεκαπεντε
29. φοβουμενοι τε μη που κατα τραχεις τοπους εκπεσωμεν εκ πρυμνης ριψαντες αγκυρας τεσσαρας ηυχοντο ημεραν γενεσθαι
30. των δε ναυτων ζητουντων φυγειν εκ του πλοιου και χαλασαντων την σκαφην εις την θαλασσαν προφασει ως εκ πρωρης αγκυρας μελλοντων εκτεινειν
31. ειπεν ο παυλος τω εκατονταρχη και τοις στρατιωταις εαν μη ουτοι μεινωσιν εν τω πλοιω υμεις σωθηναι ου δυνασθε
32. τοτε απεκοψαν οι στρατιωται τα σχοινια της σκαφης και ειασαν αυτην εκπεσειν
33. αχρι δε ου ημερα ημελλεν γινεσθαι παρεκαλει ο παυλος απαντας μεταλαβειν τροφης λεγων τεσσαρεσκαιδεκατην σημερον ημεραν προσδοκωντες ασιτοι διατελειτε μηθεν προσλαβομενοι
34. διο παρακαλω υμας μεταλαβειν τροφης τουτο γαρ προς της υμετερας σωτηριας υπαρχει ουδενος γαρ υμων θριξ απο της κεφαλης απολειται
35. ειπας δε ταυτα και λαβων αρτον ευχαριστησεν τω θεω ενωπιον παντων και κλασας ηρξατο εσθιειν
36. ευθυμοι δε γενομενοι παντες και αυτοι προσελαβοντο τροφης
37. ημεθα δε αι πασαι ψυχαι εν τω πλοιω διακοσιαι εβδομηκοντα εξ
38. κορεσθεντες δε τροφης εκουφιζον το πλοιον εκβαλλομενοι τον σιτον εις την θαλασσαν
39. οτε δε ημερα εγενετο την γην ουκ επεγινωσκον κολπον δε τινα κατενοουν εχοντα αιγιαλον εις ον εβουλευοντο ει δυναιντο εξωσαι το πλοιον
40. και τας αγκυρας περιελοντες ειων εις την θαλασσαν αμα ανεντες τας ζευκτηριας των πηδαλιων και επαραντες τον αρτεμωνα τη πνεουση κατειχον εις τον αιγιαλον
41. περιπεσοντες δε εις τοπον διθαλασσον επεκειλαν την ναυν και η μεν πρωρα ερεισασα εμεινεν ασαλευτος η δε πρυμνα ελυετο υπο της βιας [των κυματων]
42. των δε στρατιωτων βουλη εγενετο ινα τους δεσμωτας αποκτεινωσιν μη τις εκκολυμβησας διαφυγη
43. ο δε εκατονταρχης βουλομενος διασωσαι τον παυλον εκωλυσεν αυτους του βουληματος εκελευσεν τε τους δυναμενους κολυμβαν αποριψαντας πρωτους επι την γην εξιεναι
44. και τους λοιπους ους μεν επι σανισιν ους δε επι τινων των απο του πλοιου και ουτως εγενετο παντας διασωθηναι επι την γην

Πραξεισ Αποστολωχ 28

1. και διασωθεντες τοτε επεγνωμεν οτι μελιτη η νησος καλειται
2. οι τε βαρβαροι παρειχον ου την τυχουσαν φιλανθρωπιαν ημιν αψαντες γαρ πυραν προσελαβοντο παντας ημας δια τον υετον τον εφεστωτα και δια το ψυχος
3. συστρεψαντος δε του παυλου φρυγανων τι πληθος και επιθεντος επι την πυραν εχιδνα απο της θερμης εξελθουσα καθηψεν της χειρος αυτου
4. ως δε ειδον οι βαρβαροι κρεμαμενον το θηριον εκ της χειρος αυτου προς αλληλους ελεγον παντως φονευς εστιν ο ανθρωπος ουτος ον διασωθεντα εκ της θαλασσης η δικη ζην ουκ ειασεν
5. ο μεν ουν αποτιναξας το θηριον εις το πυρ επαθεν ουδεν κακον
6. οι δε προσεδοκων αυτον μελλειν πιμπρασθαι η καταπιπτειν αφνω νεκρον επι πολυ δε αυτων προσδοκωντων και θεωρουντων μηδεν ατοπον εις αυτον γινομενον μεταβαλομενοι ελεγον αυτον ειναι θεον
7. εν δε τοις περι τον τοπον εκεινον υπηρχεν χωρια τω πρωτω της νησου ονοματι ποπλιω ος αναδεξαμενος ημας τρεις ημερας φιλοφρονως εξενισεν
8. εγενετο δε τον πατερα του ποπλιου πυρετοις και δυσεντεριω συνεχομενον κατακεισθαι προς ον ο παυλος εισελθων και προσευξαμενος επιθεις τας χειρας αυτω ιασατο αυτον
9. τουτου δε γενομενου και οι λοιποι οι εν τη νησω εχοντες ασθενειας προσηρχοντο και εθεραπευοντο
10. οι και πολλαις τιμαις ετιμησαν ημας και αναγομενοις επεθεντο τα προς τας χρειας
11. μετα δε τρεις μηνας ανηχθημεν εν πλοιω παρακεχειμακοτι εν τη νησω αλεξανδρινω παρασημω διοσκουροις
12. και καταχθεντες εις συρακουσας επεμειναμεν ημερας τρεις
13. οθεν περιελοντες κατηντησαμεν εις ρηγιον και μετα μιαν ημεραν επιγενομενου νοτου δευτεραιοι ηλθομεν εις ποτιολους
14. ου ευροντες αδελφους παρεκληθημεν παρ αυτοις επιμειναι ημερας επτα και ουτως εις την ρωμην ηλθαμεν
15. κακειθεν οι αδελφοι ακουσαντες τα περι ημων ηλθαν εις απαντησιν ημιν αχρι αππιου φορου και τριων ταβερνων ους ιδων ο παυλος ευχαριστησας τω θεω ελαβε θαρσος
16. οτε δε εισηλθομεν εις ρωμην επετραπη τω παυλω μενειν καθ εαυτον συν τω φυλασσοντι αυτον στρατιωτη
17. εγενετο δε μετα ημερας τρεις συγκαλεσασθαι αυτον τους οντας των ιουδαιων πρωτους συνελθοντων δε αυτων ελεγεν προς αυτους εγω ανδρες αδελφοι ουδεν εναντιον ποιησας τω λαω η τοις εθεσι τοις πατρωοις δεσμιος εξ ιεροσολυμων παρεδοθην εις τας χειρας των ρωμαιων
18. οιτινες ανακριναντες με εβουλοντο απολυσαι δια το μηδεμιαν αιτιαν θανατου υπαρχειν εν εμοι
19. αντιλεγοντων δε των ιουδαιων ηναγκασθην επικαλεσασθαι καισαρα ουχ ως του εθνους μου εχων τι κατηγορειν
20. δια ταυτην ουν την αιτιαν παρεκαλεσα υμας ιδειν και προσλαλησαι ενεκεν γαρ της ελπιδος του ισραηλ την αλυσιν ταυτην περικειμαι
21. οι δε προς αυτον ειπαν ημεις ουτε γραμματα περι σου εδεξαμεθα απο της ιουδαιας ουτε παραγενομενος τις των αδελφων απηγγειλεν η ελαλησεν τι περι σου πονηρον
22. αξιουμεν δε παρα σου ακουσαι α φρονεις περι μεν γαρ της αιρεσεως ταυτης γνωστον ημιν εστιν οτι πανταχου αντιλεγεται
23. ταξαμενοι δε αυτω ημεραν ηλθον προς αυτον εις την ξενιαν πλειονες οις εξετιθετο διαμαρτυρομενος την βασιλειαν του θεου πειθων τε αυτους περι του ιησου απο τε του νομου μωυσεως και των προφητων απο πρωι εως εσπερας
24. και οι μεν επειθοντο τοις λεγομενοις οι δε ηπιστουν
25. ασυμφωνοι δε οντες προς αλληλους απελυοντο ειποντος του παυλου ρημα εν οτι καλως το πνευμα το αγιον ελαλησεν δια ησαιου του προφητου προς τους πατερας υμων
26. λεγων πορευθητι προς τον λαον τουτον και ειπον ακοη ακουσετε και ου μη συνητε και βλεποντες βλεψετε και ου μη ιδητε
27. επαχυνθη γαρ η καρδια του λαου τουτου και τοις ωσιν βαρεως ηκουσαν και τους οφθαλμους αυτων εκαμμυσαν μηποτε ιδωσιν τοις οφθαλμοις και τοις ωσιν ακουσωσιν και τη καρδια συνωσιν και επιστρεψωσιν και ιασομαι αυτους
28. γνωστον ουν εστω υμιν οτι τοις εθνεσιν απεσταλη τουτο το σωτηριον του θεου αυτοι και ακουσονται
29.
30. ενεμεινεν δε διετιαν ολην εν ιδιω μισθωματι και απεδεχετο παντας τους εισπορευομενους προς αυτον
31. κηρυσσων την βασιλειαν του θεου και διδασκων τα περι του κυριου ιησου χριστου μετα πασης παρρησιας ακωλυτως

Livros

Libros

Menu Português

Menú Español